Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Mark 2 SRGNT

Show SRGNT only
Verse × ×
1 A few days later, when Jesus came back to Capernaum, word spread that he was home. Καὶ ⸂εἰσῆλθεν πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν· καὶ ἠκούσθη⸃ ὅτι ⸂2εἰς οἶκόν⸃ ἐστιν.
2 So many gathered that there was no room left, not even at the door, and he was speaking the word to them. Καὶ ⸋εὐθέως⸌ συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 Then some men came, bringing to him a paralyzed man carried by four of them. Καὶ ἔρχονται ⸉πρὸς αὐτόν, παραλυτικὸν φέροντες,⸊ αἰρόμενον ὑπὸ τεσσάρων.
4 Unable to bring him to Jesus because of the crowd, they removed the roof over him, dug through it, and lowered the mat the paralyzed man lay on. Καὶ μὴ δυνάμενοι ⸂προσεγγίσαι⸃ αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ⸂2ἐφ᾽ ᾧ⸃ ὁ παραλυτικὸς κατέκειτο.
5 When Jesus saw their faith, he said to the paralyzed man, "Son, your sins are forgiven." ⸂Ἰδὼν δὲ⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ⸂2ἀφέωνταί⸃ ⸋σοι⸌ ⸉αἱ ἁμαρτίαι σου.⸊
6 Now some of the scribes were sitting there, reasoning in their hearts, Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
7 "Why does this man speak this way? He is blaspheming! Who can forgive sins but God alone?" ⸂Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;⸃ Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ θεός;
8 Immediately Jesus knew in his spirit they were reasoning this way within themselves, and said to them, "Why are you reasoning these things in your hearts? Καὶ ⸂εὐθέως⸃ ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως ⸋αὐτοὶ⸌ διαλογίζονται ἐν ἑαυτοῖς, ⸂2εἶπεν⸃ αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 Which is easier—telling the paralyzed man, 'Your sins are forgiven,' or, 'Get up, take your mat, and walk'? Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ⸂Ἀφέωνταί⸃ ⸂2σου⸃ αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ⸂3Ἔγειραι,⸃ καὶ ἆρόν ⸉σου τὸν κράββατον,⸊ καὶ περιπάτει;
10 But so you'll know the Son of Man has authority on earth to forgive sins"—he told the paralyzed man, Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸉ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—⸊ λέγει τῷ παραλυτικῷ—
11 "I say to you, get up, take your mat, and go home." Σοὶ λέγω, ⸂ἔγειραι⸃ ⸋καὶ⸌ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12 He got up, immediately took his mat, and went out before them all, so that everyone was amazed and praised our Father, saying, "We've never seen anything like this." Καὶ ἠγέρθη ⸂εὐθέως, καὶ⸃ ἄρας τὸν κράββατον, ἐξῆλθεν ⸂2ἐναντίον⸃ πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι ⸉Οὐδέποτε οὕτως⸊ εἴδομεν.
13 Jesus went out beside the sea again; the whole crowd came to him, and he taught them. Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 Passing by, he saw Levi son of Alphaeus sitting at the tax booth and said, "Follow me." He got up and followed him. Καὶ παράγων εἶδεν Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 While Jesus reclined at the table in Levi's house, many tax collectors and sinners reclined with Jesus and his disciples, since many were following him. Καὶ ⸂ἐγένετο⸃ ⸋ἐν τῷ⸌ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ⸂2ἠκολούθησαν⸃ αὐτῷ.
16 Seeing him eat with sinners and tax collectors, the Pharisees' scribes asked his disciples, "Why does he eat with tax collectors and sinners?" Καὶ οἱ γραμματεῖς ⸂καὶ οἱ Φαρισαῖοι,⸃ ⸆ ⸂2ἰδόντες αὐτὸν ἐσθίοντα⸃ μετὰ τῶν ⸉τελωνῶν καὶ ἁμαρτωλῶν,⸊ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ⸋Τί⸌ ὅτι μετὰ τῶν ⸂3τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ἐσθίει ⸋2καὶ πίνει;⸌
17 Hearing this, Jesus said to them, "The healthy don't need a doctor, but the sick do. I didn't come to call the righteous, but sinners." Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, ⸆ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς ⸋εἰς μετάνοιαν.⸌
18 John's disciples and the Pharisees were fasting. They came and asked him, "Why do John's disciples and the Pharisees' disciples fast, but yours don't?" Καὶ ἦσαν ⸂οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων⸃ νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸆ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
19 Jesus said to them, "Can wedding guests fast while the bridegroom is with them? As long as they have the bridegroom with them, they cannot fast. Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον ⸉μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον,⸊ οὐ δύνανται νηστεύειν·
20 But days will come when the bridegroom is taken from them; then, on that day, they will fast. ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείναις ταῖς ἡμέραις.⸃
21 No one sews unshrunk cloth on an old garment; otherwise the new patch tears away from the old, and the tear worsens. ⸋Καὶ⸌ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ⸂ἱματίῳ παλαιῷ·⸃ εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸆ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 No one puts new wine into old wineskins; the wine bursts the skins, and both are ruined. New wine goes into new wineskins." Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήσσει⸃ ὁ οἶνος ⸋ὁ νέος⸌ τοὺς ἀσκούς, ⸂2καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·⸃ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸋2βλητέον.⸌
23 One Sabbath, he walked through the grainfields, and as they went, his disciples began picking heads of grain. Καὶ ἐγένετο ⸂παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν⸃ διὰ τῶν σπορίμων, καὶ ⸉ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ⸊ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24 The Pharisees said to him, "Look, why are they doing what's not lawful on the Sabbath?" Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ⸋ἐν⸌ τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
25 And he said to them, "Have you never read what David did when he was in need and hungry, he and those with him, Καὶ ⸋αὐτὸς⸌ ⸂ἔλεγεν⸃ αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
26 how he entered the house of our Father in the days of Abiathar the high priest, ate the bread of the Presence—which only priests may eat—and gave some to those with him?" ⸋Πῶς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ⸆ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοῖς ἱερεῦσιν,⸃ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
27 And he said to them, "The Sabbath was made for people, not man for the Sabbath. Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, ⸆ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
28 So the Son of Man is Lord even of the Sabbath." ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]