Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Mark 3 SRGNT

Show SRGNT only
Verse × ×
1 Once again Jesus entered the synagogue, and a man with a withered hand was there. Καὶ εἰσῆλθεν πάλιν εἰς ⸋τὴν⸌ συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
2 They watched closely to see if he'd heal the man on the Sabbath, to accuse Jesus. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸂κατηγορήσωσιν⸃ αὐτοῦ.
3 Jesus said to the man with the withered hand, "Stand up and come forward." Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂ἐξηραμμένην ἔχοντι τὴν χεῖρα,⸃ ⸂2Ἔγειραι⸃ εἰς τὸ μέσον.
4 Then he asked them, "Is it lawful on the Sabbath to do good or to do harm, to save life or to kill?" But they stayed silent. Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ⸂ἀγαθοποιῆσαι,⸃ ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.
5 He looked around at them in anger, grieved by their hardness of heart, and told the man, "Stretch out your hand." He stretched it out, and his hand was restored. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά ⸋σου.⸌ Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ⸋2ὑγιὴς ὡς ἡ ἄλλη.⸌
6 Then the Pharisees went out and immediately began plotting with the Herodians how they might destroy him. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸂εὐθέως⸃ μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸂2ἐποίουν⸃ κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
7 Jesus withdrew with his disciples to the sea; a large crowd from Galilee followed, and from Judea, Καὶ ὁ Ἰησοῦς ⸉ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ⸊ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸂ἠκολούθησαν⸃ ⸋αὐτῷ,⸌ καὶ ἀπὸ τῆς Ἰουδαίας,
8 from Jerusalem, Idumea, beyond the Jordan, and the region around Tyre and Sidon—hearing all he was doing, a great crowd came to him. καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, ⸂καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα,⸃ πλῆθος πολύ, ⸂2ἀκούσαντες⸃ ὅσα ⸂3ἐποίει,⸃ ἦλθον πρὸς αὐτόν.
9 He told his disciples to keep a small boat ready, because of the crowd, so they wouldn't crush him. Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.
10 For he had healed so many that all who had diseases were pressing forward to touch him. Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.
11 Whenever the unclean spirits saw him, they fell before him, shouting, "You are the Son of God!" Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρει, προσέπιπτεν⸃ αὐτῷ, καὶ ⸂2ἔκραζεν,⸃ ⸂3λέγοντα⸃ ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
12 But he firmly warned them not to reveal him. Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸉φανερὸν αὐτὸν⸊ ⸂ποιήσωσιν.⸃
13 Jesus went up the mountain and called those he wanted; they came to him. Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.
14 He appointed twelve, named apostles, so they could be with him and he could send them out to preach, Καὶ ἐποίησεν δώδεκα, ⸆ ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν,
15 and to have authority to drive out demons. καὶ ἔχειν ἐξουσίαν ⸋θεραπεύειν τὰς νόσους, καὶ⸌ ἐκβάλλειν τὰ δαιμόνια·
16 These are the twelve he appointed: Simon, to whom he gave the name Peter; ⸆ καὶ ἐπέθηκεν ⸉τῷ Σίμωνι ὄνομα⸊ Πέτρον·
17 James son of Zebedee, and John his brother, whom he named Boanerges, meaning Sons of Thunder; καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ⸂ὀνόματα⸃ Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·
18 Andrew, Philip, Bartholomew, Matthew, Thomas, James son of Alphaeus, Thaddaeus, Simon the Zealot, καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,
19 and Judas Iscariot, who betrayed him. καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ⸂ἔρχονται⸃ εἰς οἶκον·
20 He went home; the crowd gathered again, so he and his disciples couldn't even eat. καὶ συνέρχεται πάλιν ⸆ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸂μήτε⸃ ἄρτον φαγεῖν.
21 When his family heard, they went out to restrain him, for they said, "He's out of his mind." Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.
22 The scribes who came down from Jerusalem said, "He has Beelzebul," and, "By the prince of demons he drives out demons." Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23 So Jesus called them to him and spoke in parables: "How can Satan drive out Satan? Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
24 If a kingdom is divided against itself, that kingdom cannot stand. Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.
25 And if a house is divided against itself, that house will not be able to stand. Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ ⸂δύναται⸃ ⸂2σταθῆναι ἡ οἰκία ἐκείνη.⸃
26 And if Satan opposes himself and is divided, he cannot stand; his end has come. Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ⸂μεμέρισται,⸃ οὐ δύναται ⸂2σταθῆναι,⸃ ἀλλὰ τέλος ἔχει.
27 No one can enter a strong man's house and take his goods without first tying up the strong man—then he can plunder the house. ⸆ ⸂Οὐδεὶς δύναται⸃ ⸉τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν⸊ αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸂2διαρπάσῃ.⸃
28 Truly I tell you, all sins and insults against God will be forgiven children of mankind, whatever they say, Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται ⸉τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,⸊ καὶ ⸆ βλασφημίαι ⸂ὅσας ἂν⸃ βλασφημήσωσιν·
29 but whoever blasphemes against the Holy Spirit never has forgiveness; they are guilty of an eternal sin," ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου ⸂κρίσεως.⸃
30 for they were saying, "He has an unclean spirit." Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
31 His mother and brothers arrived and, standing outside, sent to him, calling him. ⸂Ἔρχονται οὖν⸃ ⸂2οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ,⸃ καὶ ἔξω ⸂3ἑστῶτες⸃ ἀπέστειλαν πρὸς αὐτόν, ⸂4φωνοῦντες⸃ αὐτόν.
32 A crowd sat around him and said to him, "Look, your mother and your brothers are outside, asking for you." Καὶ ἐκάθητο ⸉ὄχλος περὶ αὐτόν·⸊ ⸂εἶπον δὲ⸃ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ⸋καὶ αἱ ἀδελφαί σου⸌ ἔξω ζητοῦσίν σε.
33 He answered them, "Who are my mother and my brothers?" Καὶ ⸂ἀπεκρίθη αὐτοῖς λέγων,⸃ Τίς ἐστιν ἡ μήτηρ μου ⸂2ἢ⸃ οἱ ἀδελφοί ⸋μου;⸌
34 Looking around at those sitting in a circle around him, he said, "Here are my mother and my brothers! Καὶ περιβλεψάμενος ⸉κύκλῳ τοὺς περὶ αὐτὸν⸊ καθημένους, λέγει, ⸂Ἴδε,⸃ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
35 Whoever does the will of our Father is my brother and sister and mother." Ὃς ⸋γὰρ⸌ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή ⸋2μου⸌ καὶ μήτηρ ⸆ ἐστίν.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]