Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Mark 1 SRGNT

Show SRGNT only
Verse × ×
1 The beginning of the gospel of Jesus Christ, the Son of our Father. Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ, ⸂υἱοῦ τοῦ θεοῦ.⸃
2 As written in Isaiah the prophet: "Look, I send my messenger ahead of you, who will prepare your way. ⸂Ὡς⸃ γέγραπται ἐν ⸂2τοῖς προφήταις,⸃ Ἰδού, ⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ⸋2ἔμπροσθέν σου.⸌
3 A voice calling out in the wilderness: 'Prepare the way of the Lord, make his paths straight.'" Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 John appeared, baptizing in the wilderness and proclaiming a baptism of repentance for the forgiveness of sins. Ἐγένετο Ἰωάννης ⸆ βαπτίζων ἐν τῇ ἐρήμῳ, ⸋καὶ⸌ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5 All Judea and everyone in Jerusalem went out to him, and he baptized them in the Jordan River as they confessed their sins. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, ⸉καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ,⸊ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 John was dressed in camel's hair, with a leather belt around his waist, eating locusts and wild honey. ⸂Ἦν δὲ⸃ ⸋ὁ⸌ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
7 He announced: "After me comes one stronger than I; I'm not worthy to stoop and untie his sandal strap. Καὶ ἐκήρυσσεν, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
8 I have baptized you with water, but he will baptize you with the Holy Spirit." Ἐγὼ ⸋μὲν⸌ ἐβάπτισα ὑμᾶς ⸂ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.⸃
9 In those days Jesus came from Nazareth of Galilee and was baptized by John in the Jordan. Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ⸆ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ⸉ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.⸊
10 Immediately, as he came up out of the water, he saw the heavens split open and the Holy Spirit come down on him like a dove. Καὶ ⸂εὐθέως⸃ ἀναβαίνων ⸂2ἀπὸ⸃ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ⸂3ὡσεὶ⸃ περιστερὰν καταβαῖνον ⸂4ἐπ᾽⸃ αὐτόν·
11 And a voice came from heaven: "You are my beloved Son; in you I delight." καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ⸂ᾧ⸃ εὐδόκησα.
12 And immediately the Holy Spirit drove him out into the wilderness. Καὶ ⸂εὐθὺς⸃ τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13 He was in the wilderness forty days, tempted by Satan, with the wild animals, and the angels served him. Καὶ ἦν ⸋ἐκεῖ⸌ ἐν τῇ ἐρήμῳ ⸉ἡμέρας τεσσαράκοντα⸊ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 Now after John was arrested, Jesus came into Galilee, proclaiming the gospel of our Father, ⸂Μετὰ δὲ⸃ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον ⸋τῆς βασιλείας⸌ τοῦ θεοῦ,
15 and saying, "The time is fulfilled, and our Father's kingdom is near; repent and believe the good news." καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 Passing the Sea of Galilee, he saw Simon and his brother Andrew casting a net in the sea, for they were fishermen. ⸂Περιπατῶν δὲ⸃ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν ⸂2αὐτοῦ τοῦ Σίμωνος⸃ ⸂3βάλλοντας ἀμφίβληστρον⸃ ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
17 And Jesus said to them, "Follow me, and I will make you become fishers of people." Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
18 And immediately they left their nets and followed him. Καὶ ⸂εὐθέως⸃ ἀφέντες τὰ δίκτυα ⸋αὐτῶν,⸌ ἠκολούθησαν αὐτῷ.
19 Going a little farther, he saw James son of Zebedee and John his brother in their boat, mending the nets. Καὶ προβὰς ⸋ἐκεῖθεν⸌ ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.
20 At once he called them; leaving their father Zebedee in the boat with the hired hands, they followed him. Καὶ ⸂εὐθέως⸃ ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 They went to Capernaum. At once, on the Sabbath, he entered the synagogue and began teaching. Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ ⸂εὐθέως⸃ τοῖς σάββασιν ⸂2εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν.⸃
22 They were amazed at his teaching, for he taught them with authority, not like the scribes. Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23 And immediately there was in their synagogue a man with an unclean spirit, and he cried out. Καὶ ⸆ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν,
24 Why meddle with us, Jesus of Nazareth? Have you come to destroy us? I know who you are—God's Holy One! λέγων, ⸋Ἔα,⸌ τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
25 But Jesus rebuked him, saying, "Be silent, and come out of him!" Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.
26 And the unclean spirit, convulsing him and crying out with a loud voice, came out of him. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸂κράξαν⸃ φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.
27 All were amazed, and they questioned each other: "What is this? A new teaching with authority - he commands even the unclean spirits, and they obey him!" Καὶ ἐθαμβήθησαν ⸂πάντες,⸃ ὥστε συζητεῖν ⸋πρὸς⸌ ⸂2ἑαυτούς,⸃ λέγοντας, Τί ἐστιν τοῦτο; ⸂3Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη,⸃ ⸋2ὅτι⸌ κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;
28 And at once his fame spread everywhere throughout all the surrounding region of Galilee. ⸂Ἐξῆλθεν δὲ⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸆ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Immediately he left the synagogue and went to Simon and Andrew's house, with James and John. Καὶ ⸂εὐθέως⸃ ἐκ τῆς συναγωγῆς ⸂2ἐξελθόντες, ἦλθον⸃ εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.
30 Now Simon's mother-in-law lay sick with a fever, and immediately they told him about her. Ἡ δὲ πενθερὰ ⸆ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ ⸂εὐθέως⸃ λέγουσιν αὐτῷ περὶ αὐτῆς·
31 He came, took her hand, raised her up. The fever left her, and she served them. καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς ⸋αὐτῆς·⸌ καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς ⸋2εὐθέως,⸌ καὶ διηκόνει αὐτοῖς.
32 That evening, when the sun set, they brought him all who were sick and those oppressed by demons. Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
33 And the whole city was gathered together at the door. καὶ ⸉ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν⸊ πρὸς τὴν θύραν.
34 He healed many sick with various diseases and drove out many demons, not letting the demons speak, since they knew him. Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. ⸆
35 Long before dawn, while still dark, he got up, went out to a deserted place, and prayed there. Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθεν, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
36 And Simon and those who were with him searched for him, Καὶ ⸂κατεδίωξαν⸃ αὐτὸν ⸋ὁ⸌ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·
37 and they found him and said to him, "Everyone is looking for you." καὶ ⸂εὑρόντες αὐτὸν⸃ λέγουσιν αὐτῷ ὅτι Πάντες ⸉σε ζητοῦσιν.⸊
38 He said, "Let us go elsewhere, to the neighboring towns, so I can preach there too, for that is why I came." Καὶ λέγει αὐτοῖς, Ἄγωμεν ⸆ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ⸂ἐξελήλυθα.⸃
39 And he went throughout all Galilee, preaching in their synagogues and casting out demons. Καὶ ⸂ἦν⸃ κηρύσσων ⸂2ἐν ταῖς συναγωγαῖς⸃ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 A man with leprosy came, knelt, and begged him, "If you're willing, you can make me clean." Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν ⸋αὐτόν,⸌ ⸋2καὶ⸌ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
41 Moved with deep compassion, he stretched out his hand, touched him, and said to him, "I am willing; be clean." ⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸂2σπλαγχνισθείς,⸃ ἐκτείνας τὴν χεῖρα, ⸉ἥψατο αὐτοῦ,⸊ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι.
42 And immediately the leprosy left him, and he was made clean. Καὶ ⸋εἰπόντος αὐτοῦ⸌ ⸂εὐθέως⸃ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
43 Sternly warning him, he sent him away at once, Καὶ ἐμβριμησάμενος αὐτῷ, ⸂εὐθέως⸃ ἐξέβαλεν αὐτόν,
44 and told him, "Make sure you tell no one—but go, show yourself to the priest, and offer what Moses commanded for your cleansing, as proof to the people." καὶ λέγει αὐτῷ, Ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ ⸂προσένεγκε⸃ περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
45 But he went out, proclaiming it freely and spreading the news, so Jesus could no longer enter a town openly, but stayed in lonely places. Yet people came to him from everywhere. Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ⸂ἐν⸃ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ⸂2πανταχόθεν.⸃
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]