Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Matthew 16 SRGNT

Show SRGNT only
Verse × ×
1 The Pharisees and Sadducees came to test him, asking him to show them a sign from heaven. Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
2 He replied, "When evening comes, you say, 'The weather will be fair, for the sky is red.' Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ⸋Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ ὁ οὐρανός.
3 "And in the morning, 'Stormy today, for the sky is red and gloomy.' You know how to read the sky's face, but can't read the times' signs. Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. ⸋Ὑποκριταί,⸌ τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;⸌
4 "An evil, unfaithful generation seeks a sign; no sign will be given except the sign of Jonah." Then he left them and went away. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ ⸋τοῦ προφήτου.⸌ Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθεν.
5 When the disciples crossed to the other side, they had forgotten to bring bread. Καὶ ἐλθόντες οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν.
6 Jesus said to them, "Watch out and beware of the yeast of the Pharisees and Sadducees." Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
7 They discussed this among themselves and said, "It is because we brought no bread." Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν.
8 Aware of this, Jesus said, "Why discuss among yourselves, you of little faith, that you have no bread? Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν ⸋αὐτοῖς,⸌ Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ⸂ἐλάβετε;⸃
9 Still, don't you understand? Don't you remember the five loaves for the 5,000, and how many baskets you collected? Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε;
10 "Or the seven loaves for the 4,000, and how many baskets you gathered? Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε;
11 "Why don't you understand I wasn't talking to you about bread? Watch out for the yeast of the Pharisees and Sadducees." Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ⸂ἄρτου⸃ εἶπον ὑμῖν ⸂2προσέχειν⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων;
12 Then they understood that he had not told them to beware of the yeast in bread, but of the Pharisees' and Sadducees' teaching. Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης ⸂τοῦ ἄρτου,⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13 Arriving in the area of Caesarea Philippi, Jesus asked his disciples, "Who do people say the Son of Man is?" Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, Τίνα ⸋με⸌ λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου;
14 They said, "Some say John the Baptist, others Elijah, still others Jeremiah or one of the prophets." Οἱ δὲ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἢ ἕνα τῶν προφητῶν.
15 He said to them, "But who do you say that I am?" Λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
16 Simon Peter replied, "You are the Christ, the Son of the living Father." Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
17 Jesus replied, "Simon son of Jonah, you are blessed—flesh and blood didn't reveal this to you, but my Father in heaven. ⸂Καὶ ἀποκριθεὶς⸃ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
18 "And I tell you: you are Peter, and on this rock I will build my church; the gates of the grave will not overpower it. Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς.
19 "I will give you the keys of our Father's kingdom; whatever you bind on earth will have been bound in heaven, and whatever you release on earth will have been released in heaven." ⸋Καὶ⸌ δώσω σοὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ⸂ἐὰν⸃ δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ⸂2ἐὰν⸃ λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
20 Then he strictly ordered the disciples to tell no one that he was the Christ. Τότε ⸂διεστείλατο⸃ τοῖς μαθηταῖς ⸋αὐτοῦ⸌ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ⸂2Ἰησοῦς ὁ χριστός.⸃
21 From then on, Jesus began telling his disciples he must go to Jerusalem, suffer much from the elders, chief priests, and scribes, be killed, and be raised on the third day. Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦς⸃ δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ⸉ἀπελθεῖν εἰς Ἱεροσόλυμα,⸊ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
22 Peter took him aside and rebuked him: "Never, Lord! This will never happen to you." Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων, Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.
23 But he turned and told Peter, "Get behind me, Satan! You are an obstacle to me, because you're not thinking about what our Father cares about, but what people care about." Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν ⸂μου εἶ·⸃ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
24 Then Jesus told his disciples, "Whoever wants to come after me must deny himself, take up his cross, and follow me. Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
25 "For whoever wants to save his life will lose it, but whoever loses his life for my sake will find it. Ὃς γὰρ ⸂ἂν⸃ θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν·
26 "What good is it if a person gains the whole world but loses his soul? Or what can a person give in exchange for his soul? τί γὰρ ⸂ὠφελεῖται⸃ ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
27 "For the Son of Man is about to come in his Father's glory with his angels, and will then repay each person according to what they have done. Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
28 "Truly I tell you: some standing here will not taste death until they see the Son of Man coming in his kingdom." Ἀμὴν λέγω ὑμῖν, ⸆ εἰσίν τινες ⸂ὧδε ἑστῶτες,⸃ οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]