Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Matthew 15 SRGNT

Show SRGNT only
Verse × ×
1 Then Pharisees and scribes came to Jesus from Jerusalem and said, Τότε προσέρχονται τῷ Ἰησοῦ ⸋οἱ⸌ ἀπὸ Ἱεροσολύμων ⸉γραμματεῖς καὶ Φαρισαῖοι,⸊ λέγοντες,
2 "Why do your disciples break the elders' tradition? They don't wash their hands when they eat." Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸋αὐτῶν,⸌ ὅταν ἄρτον ἐσθίωσιν.
3 He answered, "Why do you also break our Father's commandment for your tradition? Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
4 For our Father said, 'Honor your father and your mother,' and, 'Whoever curses father or mother must surely be put to death.' Ὁ γὰρ θεὸς ⸂ἐνετείλατο, λέγων,⸃ Τίμα τὸν πατέρα ⸆ καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
5 But you say, 'Whoever tells his father or mother, "Whatever you gained from me is a gift devoted to our Father," ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ⸋καὶ⸌ οὐ μὴ ⸂τιμήσῃ⸃ τὸν πατέρα αὐτοῦ ⸂2ἢ τὴν μητέρα αὐτοῦ·⸃
6 he need not honor his father with it.' You've canceled our Father's word for your tradition's sake. καὶ ἠκυρώσατε ⸂τὴν ἐντολὴν⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν·
7 You hypocrites! Isaiah prophesied rightly about you when he said: ὑποκριταί, καλῶς προεφήτευσεν περὶ ὑμῶν Ἠσαΐας, λέγων,
8 'This people honors me with their lips, but their heart is far from me; ⸂Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ⸃ τοῖς χείλεσίν με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
9 they worship me in vain, teaching the commandments of men as doctrine.'" Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10 Then he called the crowd to him and said, "Listen and understand: Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε.
11 Not what enters the mouth makes a person unclean, but what comes out of the mouth makes a person unclean." Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
12 Then the disciples came to him and said, "Do you know the Pharisees were offended hearing this saying?" Τότε προσελθόντες οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ ⸂εἶπον⸃ αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
13 He replied, "Every plant my heavenly Father didn't plant will be uprooted. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.
14 Leave them; they are blind guides. If a blind man guides a blind man, both fall into a pit." Ἄφετε αὐτούς· ⸂ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν·⸃ τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ⸂2πεσοῦνται.⸃
15 Peter said to him, "Explain this parable to us." Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν ⸋ταύτην.⸌
16 "Are you still as dull as the others?" Jesus said. ⸂Ὁ δὲ Ἰησοῦς⸃ εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17 "Don't you understand that whatever enters the mouth passes into the stomach and is then expelled? ⸂Οὔπω⸃ νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18 But what comes out of the mouth comes from the heart, and that makes a person unclean. Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
19 For the heart produces evil thoughts: murder, adultery, sexual sin, theft, false testimony, slander. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·
20 These make a person unclean, but eating with unwashed hands does not make anyone unclean." ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21 Leaving that place, Jesus withdrew to the region of Tyre and Sidon. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22 A Canaanite woman from that region came, crying out, "Have mercy on me, Lord, Son of David! My daughter is severely tormented by a demon." Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸂ἐκραύγασεν⸃ ⸋αὐτῷ,⸌ λέγουσα, Ἐλέησόν με, κύριε, ⸂2υἱὲ⸃ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
23 He answered her nothing. His disciples came and urged him, "Send her away—she keeps shouting after us." Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
24 He answered, "I was sent only to the lost sheep of the house of Israel." Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
25 But she came and knelt before him, saying, "Lord, help me!" Ἡ δὲ ἐλθοῦσα ⸂προσεκύνησεν⸃ αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι.
26 He replied, "It is not right to take the children's bread and throw it to the dogs." Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.
27 "Yes, Lord," she said, "yet even the dogs eat the crumbs that fall from their masters' table." Ἡ δὲ εἶπεν, Ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
28 Jesus replied, "Woman, your faith is great. Let it happen as you wish." And her daughter was healed from that hour. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 Leaving there, Jesus went along the Sea of Galilee, went up the mountain, and sat down there. Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
30 Large crowds came to him with the lame, blind, crippled, mute, and many others, laying them at his feet, and he healed them. Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν ⸉χωλούς, τυφλούς, κωφούς, κυλλούς,⸊ καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸂τοῦ Ἰησοῦ⸃ καὶ ἐθεράπευσεν αὐτούς·
31 So the crowd was amazed, seeing the mute speak, the crippled healed, the lame walk, and the blind see; they gave glory to the Father of Israel. ὥστε ⸂τοὺς ὄχλους⸃ θαυμάσαι, βλέποντας ⸂2κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας·⸃ καὶ ⸂3ἐδόξασαν⸃ τὸν θεὸν Ἰσραήλ.
32 Jesus called his disciples to him and said, "I feel for this crowd—they've already been with me three days with nothing to eat. I don't want to send them away hungry; they might collapse on the road." Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
33 The disciples asked, "Where in this remote place could we find enough bread to feed such a crowd?" Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
34 "How many loaves do you have?" Jesus asked. "Seven," they said, "and a few small fish." Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
35 So he told the crowd to sit down on the ground. Καὶ ⸂ἐκέλευσεν⸃ ⸂2τοῖς ὄχλοις⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν·
36 And he took the seven loaves and fish, gave thanks, broke them, gave them to the disciples, and they gave them to the crowds. ⸋καὶ⸌ ⸂λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας,⸃ εὐχαριστήσας ἔκλασεν, καὶ ⸂2ἔδωκεν⸃ τοῖς μαθηταῖς ⸋2αὐτοῦ,⸌ οἱ δὲ μαθηταὶ ⸂3τῷ ὄχλῳ.⸃
37 They all ate and were satisfied, and they gathered up seven baskets full of the leftover pieces. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ⸉ἦραν τὸ περισσεῦον τῶν κλασμάτων,⸊ ἑπτὰ σπυρίδας πλήρεις.
38 Those who ate were 4,000 men, besides women and children. Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.
39 After sending the crowds away, he boarded the boat and went to the region of Magadan. Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]