Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

John 7 SRGNT

Show SRGNT only
Verse × ×
1 After this, Jesus traveled around Galilee, not wanting to go into Judea because Jewish leaders there were looking for a chance to kill him. Καὶ ⸉περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα⸊ ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 But the Jewish Festival of Booths was near. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.
3 His brothers told him, "Leave here and go to Judea, so your disciples can also see the works you do. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸂θεωρήσωσιν⸃ ⸂2τὰ ἔργα σου⸃ ἃ ποιεῖς.
4 No one seeking public attention hides what he does. If you're doing these things, show yourself to the world." Οὐδεὶς γὰρ ⸉ἐν κρυπτῷ τι⸊ ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 For not even his brothers believed in him. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 So Jesus told them, "My time has not yet come, but for you any time is right. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 "The world cannot hate you, but it hates me, because I testify that its works are evil. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 You yourselves go up to the festival; I'm not going up to this festival, since my time hasn't yet fully come." Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ⸋ταύτην·⸌ ἐγὼ ⸂οὔπω⸃ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ⸂2ὁ καιρὸς ὁ ἐμὸς⸃ οὔπω πεπλήρωται.
9 After saying this, he stayed in Galilee. Ταῦτα ⸋δὲ⸌ εἰπὼν ⸂αὐτοῖς,⸃ ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 After his brothers went up to the festival, he too went up—not openly, but secretly. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, ⸉τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,⸊ οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ.
11 So the Jewish leaders were looking for him at the festival and asking, "Where is he?" Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;
12 Much murmuring about him spread among the crowds: some said, "He's good," others, "No, he misleads the crowd." Καὶ γογγυσμὸς ⸉πολὺς περὶ αὐτοῦ ἦν⸊ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι ⸆ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 Yet no one spoke about him openly, for fear of the Jewish leaders. Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 About the middle of the festival, Jesus went up into the temple and began to teach. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν.
15 The Jewish leaders were amazed and asked, "How does this man know so much without training?" ⸂Καὶ ἐθαύμαζον⸃ οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς;
16 Jesus answered them, "My teaching isn't mine—it's from the one who sent me. Ἀπεκρίθη ⸋οὖν⸌ αὐτοῖς ⸋2ὁ⸌ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.
17 Whoever wants to do our Father's will knows if my teaching is from my Father or I speak on my own. Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.
18 Whoever speaks on his own seeks his own glory, but whoever seeks the sender's glory is true, with no falsehood in him. Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 Didn't Moses give you the law? Yet none of you obeys the law. Why are you trying to kill me?" Οὐ Μωσῆς ⸂δέδωκεν⸃ ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;
20 The crowd answered, "You have a demon! Who is trying to kill you?" Ἀπεκρίθη ὁ ὄχλος ⸂καὶ εἶπεν,⸃ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21 Jesus replied, "I did one work, and you are all amazed. Ἀπεκρίθη ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.
22 "Moses gave you circumcision—not from Moses, but the patriarchs—and you circumcise a man on the Sabbath. Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 If a man is circumcised on the Sabbath so the law of Moses isn't broken, why are you angry at me for making a whole man well on the Sabbath? Εἰ περιτομὴν λαμβάνει ⸆ ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24 Stop judging by appearances, and judge with right judgment." Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ⸂κρίνατε.⸃
25 Then some Jerusalemites said, "Isn't this the man they want to kill? Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 Yet he speaks openly, and they say nothing to him. Can the rulers truly know this is the Christ? Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ⸋ἀληθῶς⸌ ὁ χριστός;
27 But we know this man's origin. When the Christ comes, no one will know his origin." Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 Then Jesus, teaching in the temple, cried out: "You know me, and know where I'm from. Yet I didn't come on my own—the one who sent me is true, and you don't know him. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.
29 I know him, because I am from him, and he sent me." Ἐγὼ ⸆ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.
30 So they tried to grab him, but no one touched him, because his hour had not yet come. Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 But many in the crowd believed in him, asking, "When the Christ comes, will he do more signs than this man did?" ⸉Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου⸊ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ⸋ὅτι⸌ Ὁ χριστὸς ὅταν ἔλθῃ, ⸂μήτι⸃ πλείονα σημεῖα ⸋2τούτων⸌ ποιήσει ὧν οὗτος ἐποίησεν;
32 The Pharisees heard the crowd murmuring these things about him, so the chief priests and Pharisees sent temple guards to seize him. Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν ⸉ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς⸊ ἵνα πιάσωσιν αὐτόν.
33 So Jesus said, "I'm with you a little while longer, and then I go to the one who sent me. Εἶπεν οὖν ⸆ ὁ Ἰησοῦς, Ἔτι ⸉μικρὸν χρόνον⸊ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 You will search for me and not find me; you cannot come where I am." ⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 So the Jewish leaders asked each other, "Where does he intend to go that we won't find him? Does he intend to go to our people dispersed among the Greeks and teach the Greeks? Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 What does he mean: 'You will look for me, but you will not find me,' and 'Where I am, you cannot come'?" Τίς ἐστιν ⸉οὗτος ὁ λόγος⸊ ὃν εἶπεν, ⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 On the last, great day of the festival, Jesus stood and called out, "Whoever is thirsty, let him come to me and drink. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38 Whoever believes in me, as Scripture said, rivers of living water will flow from his heart." Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 He said this about the Holy Spirit, whom believers in him were to receive; the Spirit had not yet been given, since Jesus had not yet been glorified. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ⸂οὗ⸃ ἔμελλον λαμβάνειν οἱ ⸂2πιστεύοντες⸃ εἰς αὐτόν· ⸂3οὔπω γὰρ ἦν πνεῦμα ἅγιον,⸃ ὅτι ⸆ Ἰησοῦς ⸂4οὐδέπω⸃ ἐδοξάσθη.
40 When they heard these words, some of the crowd said, "This really is the Prophet." ⸂Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου⸃ ἀκούσαντες ⸂2τὸν λόγον⸃ ἔλεγον, ⸆ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
41 Others said, "This is the Christ." But others asked, "How can the Christ come from Galilee? ⸂Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ χριστός. Ἄλλοι ἔλεγον,⸃ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
42 Doesn't Scripture say the Christ comes from David's line and from Bethlehem, David's village?" ⸂Οὐχὶ⸃ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, ⸉ὁ χριστὸς ἔρχεται;⸊
43 So the crowd was divided over him. Σχίσμα οὖν ⸉ἐν τῷ ὄχλῳ ἐγένετο⸊ δι᾽ αὐτόν.
44 Some of them wanted to seize him, but no one laid a hand on him. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ⸂ἐπέβαλεν⸃ ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
45 So the temple guards returned to the chief priests and Pharisees, who asked, "Why didn't you bring him?" Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
46 The guards answered, "No one ever spoke the way this man does." Ἀπεκρίθησαν οἱ ὑπηρέται, ⸂Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.⸃
47 "Have you also been deceived?" the Pharisees answered. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 "Has any of the rulers or of the Pharisees believed in him? Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;
49 But this crowd, who knows nothing of the law—they are under a curse." Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ⸂ἐπικατάρατοί⸃ εἰσιν.
50 Nicodemus, who had gone to Jesus earlier and was one of their own number, asked them, Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν ⸋νυκτὸς⸌ πρὸς αὐτόν, ⸆ εἷς ὢν ἐξ αὐτῶν—
51 "Does our law condemn a man without first hearing him and finding out what he does?" Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ ⸂παρ᾽ αὐτοῦ πρότερον⸃ καὶ γνῷ τί ποιεῖ;
52 They replied, "Are you from Galilee too? Search, and see: no prophet arises from Galilee." Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι ⸉προφήτης ἐκ τῆς Γαλιλαίας⸊ οὐκ ⸂ἐγήγερται.⸃
53 Then they all went home. Καὶ ⸂ἀπῆλθεν⸃ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]