1After this, Jesus crossed the Sea of Galilee, also called the Sea of Tiberias.SRGNTΜετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος.
2A large crowd followed him, because they saw the signs he performed on the sick.SRGNT⸂Καὶ ἠκολούθει⸃ αὐτῷ ὄχλος πολύς, ὅτι ⸂2ἑώρων⸃ ⸋αὐτοῦ⸌ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3Jesus went up on the mountainside and sat down there with his disciples.SRGNTἈνῆλθεν δὲ εἰς τὸ ὄρος ⸋ὁ⸌ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4Now the Passover, the feast of the Jews, was near.SRGNTἮν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5Looking up, Jesus saw a large crowd approaching and asked Philip, "Where can we buy bread for these people to eat?"SRGNTἘπάρας οὖν ⸉ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς,⸊ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς ⸋τὸν⸌ Φίλιππον, Πόθεν ⸂ἀγοράσομεν⸃ ἄρτους, ἵνα φάγωσιν οὗτοι;
6He said this to test Philip, for he himself already knew what he was going to do.SRGNTΤοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
7Philip answered him, "200 days' wages of bread isn't enough for each of them to get a little."SRGNTἈπεκρίθη αὐτῷ ⸆ Φίλιππος, Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος ⸋αὐτῶν⸌ βραχύ ⸋2τι⸌ λάβῃ.
8One of his disciples, Andrew, Simon Peter's brother, said to him,SRGNTΛέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου,
9"A boy here has five barley loaves and two fish—but what's that for so many?"SRGNTἜστιν παιδάριον ⸋ἓν⸌ ὧδε, ⸂ὃ⸃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
10Jesus said, "Have the people sit down." Much grass grew there, so about 5,000 men sat down.SRGNTΕἶπεν ⸋δὲ⸌ ὁ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ⸂ὡσεὶ⸃ πεντακισχίλιοι.
11Jesus then took the loaves, gave thanks, and distributed them to those seated; likewise with the fish, as much as they wanted.SRGNTἜλαβεν ⸂δὲ⸃ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκεν ⸋τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ⸌ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
12When they were full, he told his disciples, "Gather the leftover pieces, so nothing is lost."SRGNTὩς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα ⸂κλάσματα,⸃ ἵνα μή τι ἀπόληται.
13So they gathered the fragments left over from the five barley loaves after the people ate, filling twelve baskets.SRGNTΣυνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ ⸂ἐπερίσσευσεν⸃ τοῖς βεβρωκόσιν.
14So when the people saw the sign he did, they said, "This really is the Prophet coming into the world!"SRGNTΟἱ οὖν ἄνθρωποι ἰδόντες ⸂ὃ ἐποίησεν σημεῖον⸃ ⸋ὁ Ἰησοῦς,⸌ ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
15Knowing they meant to come and seize him to make him king, Jesus withdrew again to the mountain alone.SRGNTἸησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν ⸋αὐτὸν⸌ βασιλέα, ἀνεχώρησεν ⸆ εἰς τὸ ὄρος αὐτὸς μόνος.
16When evening came, his disciples went down to the sea,SRGNTὩς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
17got in a boat and headed across the sea to Capernaum. It was already dark, and Jesus had not yet reached them.SRGNTκαὶ ἐμβάντες εἰς ⸋τὸ⸌ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ ⸂οὐκ⸃ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς.
18A strong wind was blowing, and the sea grew rough.SRGNTἭ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
19After rowing three or four miles, they saw Jesus walking on the water, approaching the boat, and were afraid.SRGNTἘληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν.
20But he said to them, "It is I; do not be afraid."SRGNTὉ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι· μὴ φοβεῖσθε.
21So they were glad to take him into the boat, and instantly it reached the shore they were heading toward.SRGNTἬθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον· καὶ εὐθέως ⸉τὸ πλοῖον ἐγένετο⸊ ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22The next day, the crowd remaining on the far shore saw that only one boat had been there, that Jesus had not boarded it with his disciples, but that his disciples had gone off alone.SRGNTΤῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, ⸂ἰδὼν⸃ ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ⸋ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ,⸌ καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ ⸂2πλοιάριον,⸃ ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον—
23Other boats came from Tiberias near the place where they ate bread after the Lord gave thanks.SRGNT⸂ἄλλα δὲ ἦλθεν πλοιάρια⸃ ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ κυρίου—
24So when the crowd saw Jesus and his disciples weren't there, they got in boats and went to Capernaum to look for Jesus.SRGNTὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν ⸆ αὐτοὶ εἰς τὰ ⸂πλοῖα,⸃ καὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν.
25Finding him across the sea, they asked, "Rabbi, when did you get here?"SRGNTΚαὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, Ῥαββί, πότε ὧδε γέγονας;
26Jesus answered them, "Truly, truly, I tell you: you seek me not because you saw signs, but because you ate the loaves and were filled.SRGNTἈπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27Don't work for food that spoils, but for food that lasts to eternal life, which the Son of Man will give you. For on him our Father has set his seal."SRGNTἘργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός.
28Then they said to him, "What must we do to be doing the works of our Father?"SRGNTΕἶπον οὖν πρὸς αὐτόν, Τί ⸂ποιῶμεν,⸃ ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;
29Jesus answered them, "This is our Father's work: that you believe in the one he sent."SRGNTἈπεκρίθη ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα ⸂πιστεύσητε⸃ εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
30So they asked him, "What sign will you give, so we may see and believe you? What work will you do?SRGNTΕἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;
31Our ancestors ate manna in the wilderness, as it is written: 'He gave them bread from heaven to eat.'"SRGNTΟἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
32Jesus told them, "Truly, truly, I tell you: Moses didn't give you the bread from heaven—my Father gives you the true bread from heaven.SRGNTΕἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς ⸂δέδωκεν⸃ ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33For the bread of our Father is he who comes down from heaven and gives the world life."SRGNTὉ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
34So they said to him, "Lord, give us this bread always."SRGNTΕἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35Jesus told them, "I am the bread of life. Whoever comes to me will never hunger; whoever believes in me will never thirst.SRGNTΕἶπεν ⸂δὲ⸃ αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός ⸂2με⸃ οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ ⸂3διψήσῃ⸃ πώποτε.
36But as I told you, you have seen me and still do not believe.SRGNTἈλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε.
37All the Father gives me will come to me, and the one who comes to me I will never drive away.SRGNTΠᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρός ⸂με⸃ οὐ μὴ ἐκβάλω ἔξω.
38For I came down from heaven not to do my own will, but the will of him who sent me.SRGNTὍτι καταβέβηκα ⸂ἐκ⸃ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
39This is the will of him who sent me: that I lose none of all he has given me, but raise them up on the last day.SRGNTΤοῦτο δέ ἐστιν τὸ θέλημα ⸂τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ⸆ τῇ ἐσχάτῃ ἡμέρᾳ.
40For this is the will of my Father: that everyone who looks to the Son and believes in him should have eternal life, and I will raise them up on the last day."SRGNTΤοῦτο ⸂δέ⸃ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με,⸃ ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ ⸆ τῇ ἐσχάτῃ ἡμέρᾳ.
41So the Jews grumbled about him because he said, "I am the bread that came down from heaven."SRGNTἘγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.
42They said, "Isn't this Jesus, Joseph's son, whose father and mother we know? How can he now say, 'I have come down from heaven'?"SRGNTΚαὶ ἔλεγον, ⸂Οὐχ⸃ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς ⸂2οὖν⸃ λέγει ⸋οὗτος⸌ ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;
44"No one can come to me unless the Father who sent me draws him, and I will raise him on the last day.SRGNTΟὐδεὶς δύναται ἐλθεῖν πρός ⸂με,⸃ ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ⸋ἐν⸌ τῇ ἐσχάτῃ ἡμέρᾳ.
45It is written in the Prophets: 'And they will all be taught by our Father.' Everyone who has heard and learned from the Father comes to me.SRGNTἜστιν γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ ⸆ θεοῦ. Πᾶς ⸋οὖν⸌ ὁ ⸂ἀκούων⸃ παρὰ τοῦ πατρὸς καὶ μαθών, ἔρχεται πρός ⸂2με.⸃
46Not that anyone has seen the Father except the one from him; he has seen the Father.SRGNTΟὐχ ὅτι τὸν πατέρα ⸉τις ἑώρακεν,⸊ εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.
47Truly, truly, I tell you, whoever believes has eternal life.SRGNTἈμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ⸋εἰς ἐμέ,⸌ ἔχει ζωὴν αἰώνιον.
48I am the bread of life.SRGNTἘγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49Your ancestors ate the manna in the wilderness, yet they died.SRGNTΟἱ πατέρες ὑμῶν ἔφαγον ⸉τὸ μάννα ἐν τῇ ἐρήμῳ,⸊ καὶ ἀπέθανον.
50This is the bread that comes down from heaven, so anyone may eat it and not die.SRGNTΟὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
51I am the living bread come down from heaven. Whoever eats this bread will live forever. The bread I will give is my flesh, for the life of the world."SRGNTἘγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ⸂ζήσεται⸃ εἰς τὸν αἰῶνα. Καὶ ⸂2ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω⸃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52Then the Jews argued sharply among themselves, "How can this man give us his flesh to eat?"SRGNTἘμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα ⸆ φαγεῖν;
53Jesus told them, "Truly, truly, I tell you, unless you eat the flesh of the Son of Man and drink his blood, you have no life in yourselves.SRGNTΕἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
54Whoever feeds on my flesh and drinks my blood has eternal life, and I will raise him on the last day.SRGNTὉ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
55For my flesh is true food, and my blood is true drink.SRGNTἩ γὰρ σάρξ μου ⸂ἀληθῶς ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς⸃ ἐστιν πόσις.
56Whoever feeds on my flesh and drinks my blood remains in me, and I in him.SRGNTὉ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
57As the living Father sent me and I live because of the Father, so whoever feeds on me will live because of me.SRGNTΚαθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ⸂ζήσεται⸃ δι᾽ ἐμέ.
58This is the bread that came down from heaven. It is not like the bread your ancestors ate and still died. Whoever feeds on this bread will live forever."SRGNTΟὗτός ἐστιν ὁ ἄρτος ὁ ⸂ἐκ⸃ ⸋τοῦ⸌ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ⸋2ὑμῶν⸌ ⸋3τὸ μάννα,⸌ καὶ ἀπέθανον· ὁ τρώγων ⸆ τοῦτον τὸν ἄρτον, ⸂2ζήσεται⸃ εἰς τὸν αἰῶνα.
59He said these things while teaching in the synagogue at Capernaum.SRGNTΤαῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.
60On hearing it, many of his disciples said, "This is a hard teaching. Who can accept it?"SRGNTΠολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, Σκληρός ἐστιν ⸉οὗτος ὁ λόγος·⸊ τίς δύναται αὐτοῦ ἀκούειν;
61Aware that his disciples were grumbling about this, Jesus said to them, "Does this offend you?SRGNTΕἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζει;
62"Then what if you see the Son of Man ascending to where he was before?SRGNTἘὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
63The Spirit gives life; the flesh helps nothing. The words I have spoken to you are spirit and life.SRGNTΤὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ ⸂λαλῶ⸃ ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
64But some of you don't believe." For Jesus knew from the start who didn't believe, and who would betray him.SRGNTἈλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
65And he said, "This is why I told you: no one can come to me unless the Father enables him."SRGNTΚαὶ ἔλεγεν, Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός ⸋μου.⸌
66From this time many of his disciples turned back and no longer walked with him.SRGNTἘκ τούτου πολλοὶ ⸂ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ⸃ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.
67So Jesus asked the Twelve, "Do you want to leave too?"SRGNTΕἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68Simon Peter answered him, "Lord, to whom should we go? You have the words of eternal life.SRGNTἈπεκρίθη ⸋οὖν⸌ αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
69We have believed and known you are the Holy One of our Father."SRGNTΚαὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ⸂ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.⸃
70Jesus answered them, "Have I not chosen you, the Twelve? Yet one of you is a devil."SRGNTἈπεκρίθη αὐτοῖς ⸋ὁ Ἰησοῦς,⸌ Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;
71He meant Judas, son of Simon Iscariot, one of the Twelve, who was about to betray him.SRGNTἜλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος ⸂Ἰσκαριώτην·⸃ οὗτος γὰρ ἔμελλεν ⸉αὐτὸν παραδιδόναι,⸊ εἷς ⸋ὢν⸌ ἐκ τῶν δώδεκα.