Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Hebrews 9 SRGNT

Show SRGNT only
Verse × ×
1 Now even the first covenant had regulations for worship and an earthly sanctuary. Εἶχεν μὲν οὖν ⸋καὶ⸌ ἡ πρώτη ⸆ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν.
2 A tent was set up—the first one—holding the lampstand, the table, and the bread of the Presence; it is called the Holy Place. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια.
3 Behind the second curtain was a tent called the Holy of Holies. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ⸂ἅγια ἁγίων,⸃
4 It had the gold incense altar and the ark of the covenant covered all over with gold, holding a gold jar of manna, Aaron's staff that sprouted, and the covenant tablets. χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης·
5 Above it, the cherubim of glory overshadowed the mercy seat—details we can't cover now. ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
6 With things arranged this way, priests enter the first tent continually, performing their sacred duties. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες·
7 Only the high priest enters the second tent, once a year, always with blood, offered for himself and the people's unintentional sins. εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·
8 By this the Holy Spirit was showing that the way into the holy places was not yet revealed while the first tent still stood. τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·
9 This is a symbol for the present time. According to this arrangement, gifts and sacrifices are offered that cannot make the worshiper's conscience perfect, ⸂ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ὃν⸃ δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
10 but only about food, drink, and various washings—bodily regulations imposed until the time of reform. μόνον ἐπὶ ⸂βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασιν σαρκός,⸃ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
11 But Christ came as high priest of the good things that have come, through the greater and more perfect tent not made by hands, that is, not of this creation. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν ⸂μελλόντων⸃ ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾽ ἔστιν, οὐ ταύτης τῆς κτίσεως,
12 He entered the sanctuary once for all, not with the blood of goats and calves but with his own blood, securing eternal redemption. οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
13 For if the blood of goats and bulls, and a heifer's ashes sprinkled on the unclean, make holy for cleansing of the flesh, Εἰ γὰρ τὸ αἷμα ⸉ταύρων καὶ τράγων,⸊ καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
14 how much more will the blood of Christ, he who offered himself through the eternal Spirit, flawless, to our Father, cleanse our conscience from dead works to serve the living Father? πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ ⸂πνεύματος αἰωνίου⸃ ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ⸂2ὑμῶν⸃ ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν θεῷ ζῶντι;
15 For this reason he mediates a new covenant: a death redeemed people from wrongdoings under the first covenant, so the called receive the promised eternal inheritance. Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
16 For where a will is involved, the death of the one who made it must be established. Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου.
17 For a will is valid only over the dead, since it has no force while its maker lives. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ ⸂μήποτε⸃ ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
18 Therefore not even the first covenant was inaugurated without blood. Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.
19 After Moses gave every command of the law to all the people, he took the blood of calves and goats, with water, scarlet wool, and hyssop, and sprinkled both the scroll itself and all the people, Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ ⸆ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα ⸂τῶν μόσχων καὶ τράγων,⸃ μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν,
20 saying, "This is the blood of the covenant that our Father commanded for you." λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός.
21 Likewise he sprinkled the tent and all worship vessels with blood. Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν.
22 In fact, the law purifies almost everything with blood; and without the shedding of blood there is no forgiveness. Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
23 So the copies of heavenly things had to be purified by these rites, but the heavenly things themselves by better sacrifices than these. Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας.
24 For Christ did not enter man-made holy places, copies of the true ones, but heaven itself, to appear now before our Father for us. Οὐ γὰρ εἰς χειροποίητα ⸉ἅγια εἰσῆλθεν⸊ ⸋ὁ⸌ χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
25 Not to offer himself repeatedly, like the high priest entering the holy places yearly with blood not his own. οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·
26 Otherwise Christ would have had to suffer many times since the world's founding. Instead he has appeared once, at the climax of the ages, to abolish sin by sacrificing himself. ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· ⸂νῦν⸃ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ⸆ ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
27 And just as it is appointed for people to die once, and after that comes judgment, Καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις·
28 so Christ, offered once to bear the sins of many, will appear a second time—not for sin, but to bring salvation to those eagerly waiting for him. οὕτως ⸋καὶ⸌ ὁ χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]