Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

2 Corinthians 1 grcF35

Show grcF35 only
Verse × ×
1 Paul, an apostle of Christ Jesus by the will of our Father, and Timothy our brother, to the church of our Father in Corinth, with all the holy ones throughout Achaia: Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
2 Grace to you and peace from our Father and the Lord Jesus Christ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3 Blessed be our Father, the Father of our Lord Jesus Christ, the Father of compassion and all comfort, Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,
4 who comforts us in all our suffering, so we can comfort others in all their suffering with the comfort we ourselves receive from our Father. ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
5 As the sufferings of Christ overflow to us, so our comfort also overflows through Christ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
6 If we suffer, it's for your comfort and salvation; if we're comforted, it's for your comfort, worked out as you patiently endure the same suffering we suffer. Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν
7 Our hope for you is firm, knowing that as you share in the sufferings, so also you share in the comfort. (καί, ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν)· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
8 We want you to know, brothers and sisters, of the suffering we faced in Asia: we were weighed down far beyond our strength, so that we gave up hope of even living. Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ· ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.
9 We felt we had received a death sentence, so we would rely not on ourselves but on our Father, who raises the dead. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
10 He rescued us from such a deadly threat, and will rescue us again; we have set our hope on him to keep rescuing us, ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύεται· εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,
11 as you also help us by your prayers, so many will give thanks on our behalf for the gracious gift given us through many prayers. συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει· ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ, ὑπὲρ ὑμῶν.
12 For this is our boast: our conscience testifies we lived in the world—especially toward you—with the holiness and sincerity of our Father, not worldly wisdom but the grace of our Father. Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν· τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἱλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾿ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
13 We write you nothing but what you can read and even understand, and I hope you'll understand fully, Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε
14 as you have partly understood us: on the day of our Lord Jesus, you will boast of us as we will of you. (καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους) ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
15 With this confidence, I planned to come to you first, so you might have a second grace. Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν τὸ πρότερον (ἵνα δευτέραν χάριν ἔχητε),
16 I planned to visit you on my way to Macedonia, return to you from Macedonia, and have you send me on to Judea. καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
17 Was I fickle in planning this? Or do I plan according to the flesh, saying Yes, yes and No, no at once? Τοῦτο οὖν βουλευόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ‹ναί, ναὶ› καὶ τὸ ‹οὔ, οὔ›;
18 As surely as our Father is faithful, our word to you has not been "Yes" and "No." Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ‹ναὶ› καὶ ‹οὔ,›
19 For the Son of our Father, Jesus Christ, proclaimed among you through Silvanus, Timothy, and me, was not "Yes" and "No," but always "Yes" in him. ὁ γὰρ τοῦ Θεοῦ Υἱός, Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς—δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου—οὐκ ἐγένετο ‹ναὶ› καὶ ‹οὔ.› Ἀλλά, ‹ναὶ› ἐν αὐτῷ γέγονεν,
20 However many promises our Father made, in him they are "Yes"; so through him, too, we say "Amen" to our Father, for his glory. ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ‹ναί›· καὶ ἐν αὐτῷ τὸ ‹ἀμήν›, τῷ Θεῷ πρὸς δόξαν δι᾿ ἡμῶν.
21 Now it is our Father who establishes us with you in Christ and has anointed us, Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός,
22 who also sealed us and gave us his Holy Spirit in our hearts as a guarantee of what's coming. ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23 I call our Father as witness, on my life, that I did not return to Corinth to spare you. Ἐγὼ δέ, μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι, ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
24 Not that we control your faith, but we work together with you for your joy, since you stand firm by faith. (Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.)
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]