Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Matthew 4 SRGNT

Show SRGNT only
Verse × ×
1 Then the Holy Spirit led Jesus into the wilderness to be tempted by the devil. Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2 And after fasting forty days and forty nights, he was hungry. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ ⸉νύκτας τεσσαράκοντα,⸊ ὕστερον ἐπείνασεν.
3 The tempter came and said, "If you're the Son of God, tell these stones to become bread." Καὶ προσελθὼν ⸉αὐτῷ ὁ πειράζων εἶπεν,⸊ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 But he answered, "It is written, 'People do not live by bread alone, but by every word from our Father's mouth.'" Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ⸆ ἄνθρωπος, ἀλλ᾽ ⸂ἐπὶ⸃ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
5 Then the devil took him into the holy city, stood him on the temple's highest point, Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
6 and told him, "If you're God's Son, throw yourself down, since Scripture says, 'He will command his angels about you, and they will carry you on their hands, so you won't strike your foot on a stone.'" καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σοῦ.
7 Jesus said to him, "Again it is written, 'You must not put your Father to the test.'" Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
8 Again the devil took him to a very high mountain and showed him all the world's kingdoms and their glory. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,
9 He said to him, "All these I will give you, if you bow down and worship me." καὶ ⸂λέγει⸃ αὐτῷ, Ταῦτα ⸉πάντα σοι⸊ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10 Then Jesus told him, "Get away, Satan! For Scripture says, 'Worship your Father, and serve only him.'" Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε ⸋ὀπίσω μου,⸌ Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11 Then the devil left him, and suddenly angels came and took care of him. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 Now when he heard that John had been arrested, he withdrew into Galilee. Ἀκούσας δὲ ⸋ὁ Ἰησοῦς⸌ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν·
13 He left Nazareth and settled in Capernaum, by the sea, in the territory of Zebulun and Naphtali, καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·
14 so that what was spoken by the prophet Isaiah might be fulfilled: ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
15 "The land of Zebulun and the land of Naphtali, the way of the sea, beyond the Jordan, Galilee of the Gentiles, Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16 the people dwelling in darkness have seen a great light, and for those dwelling in the region and shadow of death, on them a light has dawned." ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ⸉εἶδεν φῶς⸊ μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.
17 From that time Jesus began to preach, saying, "Repent, for the kingdom of our Father is near." Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18 Walking by the Sea of Galilee, he saw two brothers, Simon called Peter and his brother Andrew, casting a net into the sea—they were fishermen. Περιπατῶν δὲ ⸆ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
19 And he said to them, "Follow me, and I will make you fishers of people." Καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
20 Immediately they left their nets and followed him. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
21 Going on from there, he saw two more brothers—James son of Zebedee and John his brother—in the boat with their father Zebedee, mending nets, and called them. Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς.
22 Immediately they left the boat and their father and followed him. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23 He went all through Galilee, teaching in their synagogues, announcing the good news of the kingdom, and healing every disease and sickness among the people. Καὶ περιῆγεν ⸂ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς,⸃ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 News of him spread through all Syria. They brought him all who were sick—gripped by various diseases and pains, oppressed by demons, epileptic, paralyzed—and he healed them. Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, ⸋καὶ⸌ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς.
25 Large crowds followed him from Galilee, the Decapolis, Jerusalem, Judea, and beyond the Jordan. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]