Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Luke 11 SRGNT

Show SRGNT only
Verse × ×
1 He was praying in a place; when he finished, one of his disciples said, "Lord, teach us to pray, as John also taught his disciples." Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.
2 He said to them, "When you pray, say: Father, may your name be honored as holy. Your kingdom come. Εἶπεν δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε, ⸂Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,⸃ ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. ⸋Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.⸌
3 Give us each day our daily bread. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν.
4 And forgive us our sins, for we ourselves also forgive everyone who is indebted to us. And do not lead us into temptation." Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ⸋ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.⸌
5 He said to them, "Which of you has a friend and will go to him at midnight and say to him, 'Friend, lend me three loaves,' Καὶ εἶπεν πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
6 "because a friend of mine arrived from a journey, and I have nothing to serve him,' ἐπειδὴ φίλος ⸆ παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
7 "and he answers from inside, 'Don't trouble me; the door's already shut, and my children are in bed with me. I can't get up and give you anything'? κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.
8 "I tell you: even though the sleeping friend won't get up and give him anything just because they are friends, the asking friend's shameless persistence will still get the sleeper up to give him whatever he needs." Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι ⸉αὐτοῦ φίλον,⸊ διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ⸂ὅσον⸃ χρῄζει.
9 "I tell you: ask and it'll be given to you; seek and you'll find; knock and it'll be opened to you. Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
10 "Everyone who asks receives; the one who seeks finds; to the one who knocks it will be opened. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται.
11 "What father among you, if his son asks for a fish, will give him a snake instead; Τίνα δὲ ⸆ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ⸂ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ⸃ ἰχθύν, ⸂2μὴ⸃ ἀντὶ ἰχθύος ὄφιν ⸉ἐπιδώσει αὐτῷ;⸊
12 "or if he asks for an egg, will give him a scorpion? Ἢ καὶ ⸂ἐὰν αἰτήσῃ⸃ ᾠόν, ⸋μὴ⸌ ἐπιδώσει αὐτῷ σκορπίον;
13 "If you, though evil, know how to give your children good gifts, how much more will the Father from heaven give the Holy Spirit to those who ask him!" Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε ⸉δόματα ἀγαθὰ⸊ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;
14 He was driving out a demon that was mute. When it left, the mute man spoke, and the crowds were amazed. Καὶ ἦν ἐκβάλλων δαιμόνιον, ⸋καὶ αὐτὸ ἦν⸌ κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι.
15 But some of them said, "By Beelzebul, the ruler of the demons, he casts out demons," Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Ἐν Βεελζεβοὺλ ⸆ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
16 while others, testing him, kept seeking from him a sign from heaven. Ἕτεροι δὲ πειράζοντες σημεῖον ⸉παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.⸊
17 But knowing their thoughts, he said to them, "Every kingdom divided against itself is ruined, and a house divided against a house falls. Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει.
18 "If Satan too is divided against himself, how will his kingdom stand? For you say I drive out demons by Beelzebul. Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε, Ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
19 "If I drive out demons by Beelzebul, by whom do your sons drive them out? So they will judge you. Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο ⸉κριταὶ ὑμῶν αὐτοὶ⸊ ἔσονται.
20 "But if I expel demons by the finger of our Father, the kingdom of our Father has come upon you. Εἰ δὲ ἐν δακτύλῳ θεοῦ ⸆ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
21 "When a strong man, fully armed, guards his own palace, his possessions are safe. Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
22 "But when someone stronger attacks and overcomes him, the attacker takes away the armor the strong man trusted in and divides up his plunder. ἐπὰν δὲ ⸋ὁ⸌ ἰσχυρότερος ⸋2αὐτοῦ⸌ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
23 "Whoever is not with me is against me, and whoever does not gather with me scatters. Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν· καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
24 "When an unclean spirit leaves a person, it goes through dry regions seeking rest. Finding none, it says, 'I'll return to the house I left. Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον ⸆ λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.
25 And when it comes, it finds the house swept and put in order. Καὶ ἐλθὸν εὑρίσκει ⸆ σεσαρωμένον καὶ κεκοσμημένον.
26 "Then it goes and brings seven other spirits more evil than itself; they enter and live there, and that person's final state is worse than the first." Τότε πορεύεται καὶ παραλαμβάνει ⸉ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ,⸊ καὶ ⸂ἐλθόντα⸃ κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27 As he said this, a woman in the crowd called out, "Blessed is the womb that carried you, and the breasts that nursed you!" Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις ⸉γυνὴ φωνὴν⸊ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.
28 But he said, "Blessed rather are those who hear the word of our Father and keep it!" Αὐτὸς δὲ εἶπεν, Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες ⸋αὐτόν.⸌
29 As crowds gathered, he began to say, "This generation is an evil generation. It seeks a sign, but no sign will be given to it except the sign of Jonah. Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη ⸂πονηρά⸃ ἐστιν· σημεῖον ⸂2ἐπιζητεῖ,⸃ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ ⸋τοῦ προφήτου.⸌
30 For as Jonah became a sign to the people of Nineveh, so the Son of Man will be to this generation. Καθὼς γὰρ ἐγένετο ⸆ Ἰωνᾶς ⸉σημεῖον τοῖς Νινευΐταις,⸊ οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
31 The queen of the South will rise at the judgment with this generation's people and condemn them—she came from earth's ends to hear Solomon's wisdom, and look, something greater than Solomon is here. Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδού, πλεῖον Σολομῶνος ὧδε.
32 "Ninevites will rise at the judgment with this generation and condemn it, for they repented when Jonah preached, and someone greater than Jonah is here. Ἄνδρες ⸂Νινευῒ⸃ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.
33 "No one lights a lamp and puts it in a cellar or under a basket, but on a stand, so those entering see the light. Οὐδεὶς ⸋δὲ⸌ λύχνον ἅψας εἰς ⸂κρύπτην⸃ τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ⸂2φέγγος⸃ βλέπωσιν.
34 Your eye is your body's lamp: when it's clear, your whole body is full of light; when bad, your body is full of darkness. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ⸆ ὅταν ⸋οὖν⸌ ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ⸋2καὶ⸌ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
35 "Therefore be careful that the light in you is not darkness. Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
36 "So if your whole body is full of light, with no dark part, it will be completely bright—like a lamp shining its beam on you." Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον ⸉τι μέρος⸊ σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37 As he spoke, a Pharisee invited him to eat with him; he went in and reclined at the table. Ἐν δὲ τῷ λαλῆσαι, ⸂ἠρώτα⸃ αὐτὸν Φαρισαῖός ⸋τις⸌ ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.
38 The Pharisee was astonished to see that he did not first wash before the meal. Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
39 And the Lord said to him, "Now you Pharisees clean the cup and dish on the outside, but inside you're full of greed and evil. Εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
40 You fools! Did not the one who made the outside make the inside also? Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;
41 "But give to the poor the things that are within, and everything will be clean for you. Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν.
42 "But woe to you Pharisees! You bring the tenth of mint, rue, and every herb, yet neglect justice and love of our Father. These you should have done, without neglecting the others. Ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ⸆ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ⸂ἀφιέναι.⸃
43 "Woe to you Pharisees! For you love the front seat in synagogues and greetings in marketplaces. Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
44 "Woe to you! For you are like unmarked graves, and people walk over them without knowing it." Οὐαὶ ὑμῖν, ⸋γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί,⸌ ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι ⸆ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45 One of the lawyers answered him, "Teacher, in saying these things you insult us also." Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
46 And he said, "How terrible for you experts in the law too! You load people with crushing burdens, yet won't touch those burdens with one finger. Ὁ δὲ εἶπεν, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
47 "Woe to you! You build the prophets' tombs, but it was your fathers who killed them. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
48 "So you are witnesses and approve your fathers' deeds, for they killed them and you build their tombs.' Ἄρα ⸂μαρτυρεῖτε⸃ καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε ⸋αὐτῶν τὰ μνημεῖα.⸌
49 "So the wisdom of our Father also said, 'I will send them prophets and apostles; some of them they will kill and persecute.' Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ⸂ἐκδιώξουσιν·⸃
50 "so the blood of all the prophets shed since the foundation of the world may be charged against this generation, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ⸂ἐκχυνόμενον⸃ ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
51 "from Abel's blood to Zechariah's blood, who died between the altar and the sanctuary. Yes, I tell you, it will be charged to this generation. ἀπὸ ⸂τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος⸃ Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
52 "Woe to you lawyers! For you took away the key of knowledge—you didn't enter, and you blocked those entering." Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53 When he left there, the scribes and Pharisees began hounding him fiercely, pressing him to speak on many things, ⸂Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς,⸃ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ⸂2ἐνέχειν,⸃ καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
54 lying in wait for him, to catch him in something he might say. ἐνεδρεύοντες αὐτόν, ⸂ζητοῦντες⸃ θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ⸋ἵνα κατηγορήσωσιν αὐτοῦ.⸌
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]