Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Luke 10 SRGNT

Show SRGNT only
Verse × ×
1 After this, the Lord appointed seventy-two more, sending them ahead of him two by two, into every town and place he himself intended to go. Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸋καὶ⸌ ἑτέρους ⸂ἑβδομήκοντα,⸃ καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸆ πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι.
2 He told them, "The harvest is plentiful, but workers are few. So ask the Father of the harvest to send out workers into his harvest. Ἔλεγεν ⸂οὖν⸃ πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ⸂2ἐκβάλῃ ἐργάτας⸃ εἰς τὸν θερισμὸν αὐτοῦ.
3 Go! Look, I am sending you out like lambs among wolves. Ὑπάγετε· ἰδού, ⸋ἐγὼ⸌ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
4 Carry no purse, no bag, no sandals, and greet no one on the road. Μὴ βαστάζετε βαλάντιον, ⸂μὴ πήραν, μηδὲ ὑποδήματα·⸃ καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5 Whatever house you enter, first say, 'Peace to this house.' Εἰς ἣν δ᾽ ἂν ⸂οἰκίαν εἰσέρχησθε,⸃ πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ.
6 If a person of peace is there, your peace will rest on them; if not, it will return to you. Καὶ ἐὰν ⸆ ⸉ᾖ ἐκεῖ⸊ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει.
7 Stay in that house, eating and drinking what's offered, for the worker deserves his wage. Don't move from house to house. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ⸂ἐστίν.⸃ Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8 Whenever you enter a town and they welcome you, eat what is set before you. Καὶ εἰς ἣν ⸆ ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,
9 Heal the sick there and tell them, 'The kingdom of our Father has come near to you.' καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
10 But when you enter a town that doesn't welcome you, go out into its streets and say, Εἰς ἣν δ᾽ ἂν πόλιν ⸂εἰσέρχησθε,⸃ καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,
11 'Even your town's dust stuck to our feet, we wipe off against you. Yet know this: the kingdom of our Father has come near.' Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸆ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ⸋ἐφ᾽ ὑμᾶς⸌ ἡ βασιλεία τοῦ θεοῦ.
12 I tell you, it will be more bearable on that day for Sodom than for that town. Λέγω ⸆ ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.
13 "Woe to you, Chorazin! Woe to you, Bethsaida! Had the miracles done among you happened in Tyre and Sidon, they would have repented long ago, sitting in sackcloth and ashes. Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸂ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸂2καθήμεναι⸃ μετενόησαν.
14 But it will be more bearable for Tyre and Sidon at the judgment than for you. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν.
15 And you, Capernaum, will you be lifted to heaven? You'll be brought down to the grave. Καὶ σύ, Καπερναούμ, ⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως ⸆ ᾍδου καταβιβασθήσῃ.
16 Whoever listens to you listens to me; whoever rejects you rejects me; whoever rejects me rejects the one who sent me." Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17 The seventy-two returned with joy and said, "Lord, even the demons submit to us in your name." Ὑπέστρεψαν δὲ οἱ ⸂ἑβδομήκοντα⸃ μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
18 He said to them, "I saw Satan fall like lightning from heaven. Εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
19 Look, I have given you authority to trample on snakes and scorpions, and over all the enemy's power—nothing will harm you. Ἰδού, ⸂δίδωμι⸃ ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸂2ἀδικήσῃ.⸃
20 But don't rejoice that the spirits submit to you—rejoice that your names are written in heaven." Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ⸆ ὅτι τὰ ὀνόματα ὑμῶν ⸂ἐγράφη⸃ ἐν τοῖς οὐρανοῖς.
21 At that moment Jesus rejoiced in the Holy Spirit and said, "Father, Sovereign of heaven and earth, I praise you—you hid these things from the wise and clever, and revealed them to little children. Yes, Father, for this pleased you." Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸆ ⸂τῷ πνεύματι⸃ ⸋ὁ Ἰησοῦς,⸌ καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸉ἐγένετο εὐδοκία⸊ ἔμπροσθέν σου.
22 "All has been given to me by my Father. No one knows who the Son is but the Father, or who the Father is but the Son—and whoever the Son chooses to reveal him to." ⸂Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν,⸃ Πάντα ⸉μοι παρεδόθη⸊ ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ⸂2ἐὰν⸃ βούληται ὁ υἱὸς ἀποκαλύψαι.
23 Then turning to the disciples, he said privately, "Blessed are the eyes that see what you see! Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
24 For I tell you, many prophets and kings wanted to see what you see and never saw it, to hear what you hear and never heard it." Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
25 A lawyer stood and tested him: "Teacher, what must I do to inherit eternal life?" Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, ⸋καὶ⸌ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
26 He said to him, "What is written in the Law? How do you read it?" Ὁ δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;
27 He answered, "Love your Father with all your heart, with all your soul, with all your strength, with all your mind, and your neighbor as yourself." Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ⸂ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας⸃ σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
28 He said to him, "You have answered correctly. Do this and you will live." Εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.
29 But wanting to justify himself, he asked Jesus, "And who is my neighbor?" Ὁ δὲ θέλων ⸂δικαιοῦν⸃ ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον;
30 Jesus said, "A man went down from Jerusalem to Jericho and fell among robbers, who stripped and beat him, then left him half dead. Ὑπολαβὼν ⸋δὲ⸌ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ ⸋2τυγχάνοντα.⸌
31 Now, by chance a priest was going down that road; seeing him, he passed by on the other side. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
32 So too a Levite came to the place, saw him, and passed by on the other side. Ὁμοίως δὲ καὶ Λευΐτης ⸋γενόμενος⸌ κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
33 But a Samaritan traveling that road found him, and seeing him, was moved with compassion. Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτόν, καὶ ἰδὼν ⸋αὐτὸν⸌ ἐσπλαγχνίσθη,
34 He went to him, bandaged his wounds, poured on oil and wine, put him on his own animal, took him to an inn, and cared for him. καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.
35 The next day he took out two silver coins, gave them to the innkeeper, and said, 'Take care of him. Whatever more you spend, I will repay when I return.' Καὶ ἐπὶ τὴν αὔριον ⸋ἐξελθών,⸌ ἐκβαλὼν ⸉δύο δηνάρια ἔδωκεν⸊ τῷ πανδοχεῖ, καὶ εἶπεν ⸋2αὐτῷ,⸌ Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
36 Which of these three do you think became a neighbor to the man who fell among the robbers?" Τίς ⸋οὖν⸌ τούτων τῶν τριῶν ⸉πλησίον δοκεῖ σοι⸊ γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
37 He said, "The one who showed him mercy." Jesus said to him, "Go and do likewise." Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπεν ⸂οὖν⸃ αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
38 As they traveled, Jesus entered a village. A woman named Martha welcomed him into her home. ⸂Ἐγένετο δὲ ἐν⸃ τῷ πορεύεσθαι αὐτούς, ⸋καὶ⸌ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν ⸂2εἰς τὸν οἶκον αὐτῆς.⸃
39 She had a sister called Mary, who sat at the Lord's feet and listened to his teaching. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ ⸂παρακαθίσασα⸃ ⸂2παρὰ⸃ τοὺς πόδας ⸂3τοῦ Ἰησοῦ⸃ ἤκουεν ⸂4τὸν λόγον⸃ αὐτοῦ.
40 But Martha was distracted by all the serving. She came to him and said, "Lord, don't you care that my sister left me to serve alone? Tell her to help me." Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸂κατέλειπεν⸃ διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 But the Lord answered her, "Martha, Martha, you are anxious and troubled about many things, Ἀποκριθεὶς δὲ ⸂εἶπεν αὐτῇ ὁ Ἰησοῦς,⸃ Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·
42 but one thing is needed. Mary has chosen the good share; it won't be taken from her." ⸂ἑνὸς δέ ἐστιν χρεία·⸃ Μαρία ⸂2δὲ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ⸋ἀπ᾽⸌ αὐτῆς.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]