Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

James 4 SRGNT

Side by side with the Father's Heart Bible™

1⸂Πόθεν πόλεμοι καὶ μάχαι⸃ ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε ⸆ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4⸋Μοιχοὶ καὶ⸌ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς ⸂ἂν⸃ οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν. 6Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 7Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε ⸋δὲ⸌ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. 8Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10Ταπεινώθητε ἐνώπιον ⸋τοῦ⸌ κυρίου, καὶ ὑψώσει ὑμᾶς.

11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ ⸆ καταλαλῶν ἀδελφοῦ, ⸂καὶ⸃ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. 12Εἷς ἐστὶν ⸋ὁ⸌ νομοθέτης, ⸆ ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ ⸋2δὲ⸌ τίς εἶ ⸂ὃς κρίνεις⸃ τὸν ⸂2ἕτερον;⸃

13Ἄγε νῦν οἱ λέγοντες, Σήμερον ⸂καὶ⸃ αὔριον ⸂2πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ⸋ἕνα,⸌ καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν·⸃ 14οἵτινες οὐκ ἐπίστασθε ⸋τὸ⸌ τῆς αὔριον. Ποία ⸋2γὰρ⸌ ἡ ζωὴ ⸂ὑμῶν;⸃ Ἀτμὶς γὰρ ⸂2ἔσται⸃ ⸋3ἡ⸌ πρὸς ὀλίγον φαινομένη, ἔπειτα ⸋4δὲ⸌ ⸋5καὶ⸌ ἀφανιζομένη. 15Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος ⸂θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν⸃ τοῦτο ἢ ἐκεῖνο. 16Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]