Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Acts 9 SRGNT

Show SRGNT only
Verse × ×
1 But Saul, still breathing threats and murder against the Lord's disciples, went to the high priest, Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,
2 and asked him for letters to Damascus's synagogues, so that if he found any of the Way, men or women, he could bring them bound to Jerusalem. ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
3 As he traveled and was approaching Damascus, suddenly a light from heaven flashed around him. Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· ⸂καὶ ἐξαίφνης⸃ ⸉περιήστραψεν αὐτὸν⸊ φῶς ⸂2ἀπὸ⸃ τοῦ οὐρανοῦ·
4 He fell to the ground and heard a voice saying, "Saul, Saul, why are you persecuting me?" καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις;
5 He said, "Who are you, Lord?" And he said, "I am Jesus, whom you are persecuting. Εἶπεν δέ, Τίς εἶ, κύριε; ⸂Ὁ δὲ κύριος εἶπεν,⸃ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ⸆
6 But rise and enter the city, and you will be told what you must do." ⸂ἀλλὰ⸃ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂2τί⸃ σε δεῖ ποιεῖν.
7 The men traveling with him stood speechless, hearing the voice but seeing no one. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
8 Saul got up from the ground, but with eyes open he saw nothing; they led him by the hand and brought him into Damascus. Ἠγέρθη δὲ ⸋ὁ⸌ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων ⸂τε⸃ τῶν ὀφθαλμῶν αὐτοῦ, ⸂2οὐδένα⸃ ἔβλεπεν, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
9 He was blind for three days and neither ate nor drank. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 A disciple named Ananias lived in Damascus. In a vision the Lord said, "Ananias." He answered, "Here I am, Lord." Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸉ὁ κύριος ἐν ὁράματι,⸊ Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε.
11 The Lord said to him, "Get up, go to the street called Straight, and look in Judas's house for a man from Tarsus named Saul—he is praying, Ὁ δὲ κύριος πρὸς αὐτόν, ⸂Ἀναστὰς⸃ πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
12 and in a vision has seen a man named Ananias come in and place his hands on him so he may see again." καὶ εἶδεν ⸉ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν⸊ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸂χεῖρα,⸃ ὅπως ἀναβλέψῃ.
13 Ananias replied, "Lord, many have told me about this man—the harm he's done your holy ones in Jerusalem. Ἀπεκρίθη δὲ ⸆ Ἀνανίας, Κύριε, ⸂ἀκήκοα⸃ ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸉ἐποίησεν τοῖς ἁγίοις σου⸊ ἐν Ἱερουσαλήμ·
14 And here he has authority from the chief priests to bind all who call on your name." καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
15 But the Lord said to him, "Go, for this man is my chosen instrument to carry my name before nations, kings, and Israel's people. Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸉μοι ἐστὶν⸊ οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸂ἐθνῶν καὶ βασιλέων, υἱῶν τε⸃ Ἰσραήλ·
16 For I will show him how much he must suffer for the sake of my name." ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
17 Ananias went and entered the house. He laid hands on Saul and said, "Brother Saul, the Lord Jesus—who appeared to you on the road you traveled—sent me so you may see again and be filled with the Holy Spirit." Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν, Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸆ ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
18 Immediately something like scales fell from his eyes, and he could see again. He got up and was baptized, Καὶ εὐθέως ἀπέπεσον ⸉ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ⸊ ⸂ὡσεὶ⸃ λεπίδες, ἀνέβλεψέν τε ⸆ καὶ ἀναστὰς ἐβαπτίσθη,
19 and after eating, he regained his strength. For some days he was with the disciples in Damascus, καὶ λαβὼν τροφὴν ⸂ἐνίσχυσεν.⸃ Ἐγένετο δὲ ⸋ὁ Σαῦλος⸌ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.
20 and immediately he began proclaiming Jesus in the synagogues, that he is the Son of our Father. Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν ⸂τὸν χριστόν,⸃ ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
21 All who heard were amazed and said, "Isn't this the man who caused such havoc in Jerusalem among those calling on this name? And hasn't he come here for this: to bring them bound before the chief priests?" Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸂ἐν⸃ Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ⸂2ἐλήλυθεν⸃ ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
22 But Saul grew stronger still, bewildering the Jews living in Damascus by proving this one is the Christ. Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν ⸋τοὺς⸌ Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
23 After many days had passed, the Jews plotted to kill him, Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24 but Saul learned of their plot; they watched the gates day and night to kill him, ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂Παρετήρουν⸃ ⸂2τε⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσιν·
25 but at night his disciples lowered him through the wall in a basket. λαβόντες δὲ ⸋αὐτὸν⸌ οἱ μαθηταὶ ⸆ νυκτός, ⸂καθῆκαν διὰ τοῦ τείχους,⸃ χαλάσαντες ἐν σπυρίδι.
26 Arriving in Jerusalem, he tried to join the disciples, but all feared him, not believing he was a disciple. Παραγενόμενος δὲ ⸋ὁ Σαῦλος⸌ ⸂ἐν⸃ Ἱερουσαλήμ, ⸂2ἐπειρᾶτο⸃ κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27 But Barnabas took him to the apostles and explained how Saul had seen the Lord on the road, who spoke to him, and how in Damascus he had spoken boldly in Jesus' name. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸂τοῦ Ἰησοῦ.⸃
28 So he was with them, moving freely about Jerusalem, speaking boldly in the name of the Lord. Καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος ⸆ ⸂εἰς⸃ Ἱερουσαλήμ, ⸋καὶ⸌ παρρησιαζόμενος ἐν τῷ ὀνόματι ⸂2τοῦ κυρίου Ἰησοῦ,⸃
29 He spoke and debated with the Hellenists, but they were seeking to kill him. ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸉αὐτὸν ἀνελεῖν.⸊
30 When the brothers learned this, they brought him down to Caesarea and sent him off to Tarsus. Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν ⸋αὐτὸν⸌ εἰς Ταρσόν.
31 So the church throughout Judea, Galilee, and Samaria had peace and was strengthened; walking in the fear of the Lord and comforted by the Holy Spirit, it multiplied in number. ⸂Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.⸃
32 As Peter traveled among all the believers, he also went down to the holy ones living in Lydda. Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.
33 There he found a man named Aeneas, bedridden for eight years, who was paralyzed. Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸉Αἰνέαν ὀνόματι,⸊ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸂κραββάτῳ,⸃ ὃς ἦν παραλελυμένος.
34 Peter said to him, "Aeneas, Jesus Christ heals you. Get up, make your bed." He got up at once. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε ⸂Ἰησοῦς ὁ χριστός·⸃ ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.
35 And all who lived in Lydda and Sharon saw him, and they turned to the Lord. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36 In Joppa lived a disciple named Tabitha, meaning Dorcas. She was full of good works and help for the poor. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸉ἀγαθῶν ἔργων⸊ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37 In those days she got sick and died; they washed her and laid her in an upstairs room. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂αὐτὴν ἔθηκαν⸃ ἐν ⸆ ὑπερῴῳ.
38 Since Lydda was near Joppa, disciples who heard Peter was there sent two men to him, urging, "Don't delay coming to us." Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν ⸆ πρὸς αὐτόν, παρακαλοῦντες μὴ ⸂ὀκνῆσαι⸃ διελθεῖν ἕως ⸂2αὐτῶν.⸃
39 So Peter got up and went with them. When he arrived, they brought him to the upper room. All the widows stood beside him crying, showing the tunics and cloaks Dorcas had made while with them. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς.
40 Peter sent everyone out, knelt, and prayed. Turning to the body, he said, "Tabitha, get up." She opened her eyes, saw Peter, and sat up. Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸆ θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπεν, Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν.
41 Giving her his hand, he raised her up. Calling the holy ones and the widows, he presented her alive. Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.
42 And it became known throughout all Joppa, and many believed in the Lord. Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης ⸋τῆς⸌ Ἰόππης, καὶ ⸉πολλοὶ ἐπίστευσαν⸊ ἐπὶ τὸν κύριον.
43 And he stayed in Joppa for many days with a man named Simon, a tanner. Ἐγένετο δὲ ⸂ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν⸃ ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]