Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Acts 3 SRGNT

Show SRGNT only
Verse × ×
1 Peter and John were going up to the temple at around three in the afternoon, the hour of prayer. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
2 A man lame from birth was carried and placed daily at the temple gate called Beautiful, to beg from those entering the temple. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
3 Seeing Peter and John about to go into the temple, he asked them for money. Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην. ⸆
4 And Peter, gazing at him with John, said, "Look at us." Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν, Βλέψον εἰς ἡμᾶς.
5 And he fixed his attention on them, expecting to receive something from them. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
6 Peter said, "I own no silver or gold, but I give you what I have: in the name of Jesus Christ of Nazareth, rise and walk." Εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, ⸂ἔγειραι καὶ⸃ περιπάτει.
7 Taking his right hand, he raised him up; instantly his feet and ankles grew strong. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν· ⸆ παραχρῆμα δὲ ἐστερεώθησαν ⸉αὐτοῦ αἱ βάσεις⸊ καὶ τὰ σφυρά.
8 Jumping up, he stood, began walking, and entered the temple with them, walking, jumping, and praising our Father. Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν.
9 And all the people saw him walking and praising our Father. Καὶ εἶδεν ⸉αὐτὸν πᾶς ὁ λαὸς⸊ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν·
10 They recognized him as the beggar who sat at the temple's Beautiful Gate, and were filled with wonder and amazement at what had happened to him. ἐπεγίνωσκόν ⸂τε⸃ αὐτὸν ὅτι ⸂2οὗτος⸃ ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 As he held on to Peter and John, all the people ran to them at the portico called Solomon's, utterly astonished. Κρατοῦντος δὲ ⸂τοῦ ἰαθέντος χωλοῦ⸃ ⸂2τὸν Πέτρον καὶ Ἰωάννην,⸃ συνέδραμεν ⸉πρὸς αὐτοὺς πᾶς ὁ λαὸς⸊ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.
12 Seeing this, Peter said to the people, "Israelites, why does this amaze you? Why stare at us, as if by our own power or godliness we made him walk? Ἰδὼν δὲ ⸆ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
13 The God of Abraham, Isaac, and Jacob, the God of our fathers, glorified his servant Jesus, whom you handed over and denied before Pilate, when Pilate decided to release him. ⸂Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ,⸃ ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς ⸋μὲν⸌ παρεδώκατε, καὶ ἠρνήσασθε ⸋2αὐτὸν⸌ κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
14 But you denied the Holy and Righteous One, asking that a murderer be given to you. Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 You killed the Author of life; our Father raised him from the dead. To this we are witnesses. τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 His name, through faith in his name, has made this man strong—the very man you see and know. And faith in Jesus has given him this complete health right before your eyes. Καὶ ⸋ἐπὶ⸌ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 "And now, brothers, I know that you acted in ignorance, as did also your rulers. Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
18 But our Father fulfilled what he predicted through all the prophets: his Christ would suffer. Ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν ⸋αὐτοῦ,⸌ παθεῖν τὸν χριστόν, ⸆ ἐπλήρωσεν οὕτως.
19 Repent, then, and turn back, so your sins are wiped out, Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, ⸂εἰς⸃ τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου,
20 that times of refreshing may come from our Father's presence, and that he may send the Christ appointed for you, Jesus, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν ⸉χριστὸν Ἰησοῦν·⸊
21 whom heaven must receive until all things are restored, about which our Father spoke through his holy prophets long ago. ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος ⸋πάντων⸌ ⸋2τῶν⸌ ἁγίων ⸉αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.⸊
22 Moses said, 'Your Father will raise up a prophet like me for you, from your brothers. Listen to him in everything he tells you.' Μωσῆς μὲν ⸋γὰρ πρὸς τοὺς πατέρας⸌ εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ⸂ἡμῶν⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23 Anyone who does not listen to that prophet will be utterly destroyed from among the people.' Ἔσται δέ, πᾶσα ψυχή, ἥτις ⸂ἐὰν⸃ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
24 All the prophets who spoke, from Samuel onward, also announced these days. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ ⸂κατήγγειλαν⸃ τὰς ἡμέρας ταύτας.
25 You are the sons of the prophets and of the covenant our Father made with your fathers, telling Abraham, 'By your offspring all the families of the earth will be blessed.' Ὑμεῖς ἐστε ⸆ υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς ⸉διέθετο ὁ θεὸς⸊ πρὸς τοὺς πατέρας ⸂ἡμῶν,⸃ λέγων πρὸς Ἀβραάμ, Καὶ ⸋ἐν⸌ τῷ σπέρματί σου ⸂2ἐνευλογηθήσονται⸃ πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26 Our Father raised up his servant and sent him to you first, to bless you by turning each of you from your evil." Ὑμῖν πρῶτον ⸉ὁ θεός, ἀναστήσας⸊ τὸν παῖδα αὐτοῦ ⸋Ἰησοῦν,⸌ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]