Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Acts 14 SRGNT

Show SRGNT only
Verse × ×
1 In Iconium they entered the Jewish synagogue together and spoke so that a great number of both Jews and Greeks believed. Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 But the Jews who refused to believe stirred up and poisoned Gentile minds against the brothers. Οἱ δὲ ⸂ἀπειθοῦντες⸃ Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 They stayed a long time, speaking boldly for the Lord, who confirmed his message of grace, doing signs and wonders through their hands. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι ⸆ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, ⸆2 διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 But the city split: some sided with the Jews, some with the apostles. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 When both the Gentiles and the Jews, together with their rulers, moved to mistreat and stone them, Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 realizing this, they fled to the Lycaonian cities of Lystra and Derbe, and the surrounding region, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον·
7 and there they kept preaching the gospel. κἀκεῖ ⸉ἦσαν εὐαγγελιζόμενοι.⸊
8 A man sat in Lystra, feet disabled, lame from birth, who had never walked. Καί τις ἀνὴρ ⸉ἐν Λύστροις ἀδύνατος⸊ τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ⸋ὑπάρχων,⸌ ὃς οὐδέποτε ⸂περιπεπατήκει.⸃
9 He was listening to Paul speak. Paul stared at him and saw he had faith to be healed, Οὗτος ⸂ἤκουσεν⸃ τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι ⸉πίστιν ἔχει⸊ τοῦ σωθῆναι,
10 said in a loud voice, "Stand upright on your feet." The man leaped up and began walking. εἶπεν μεγάλῃ ⸋τῇ⸌ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸂ὀρθῶς.⸃ Καὶ ἥλλετο καὶ περιεπάτει.
11 When the crowds saw what Paul did, they shouted in Lycaonian, "The gods have come down to us in human form!" Οἱ ⸂δὲ⸃ ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ⸋ὁ⸌ Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς.
12 Barnabas they called Zeus, and Paul they called Hermes, because he was the chief speaker. Ἐκάλουν τε ⸂τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν,⸃ ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 The priest of Zeus, whose temple stood before the city, brought bulls and garlands to the gates, wanting to sacrifice with the crowds. Ὁ ⸂δὲ⸃ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ⸋αὐτῶν,⸌ ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14 But hearing this, the apostles Barnabas and Paul tore their clothes and ran into the crowd, shouting, Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸂αὐτῶν,⸃ ⸂2εἰσεπήδησαν⸃ εἰς τὸν ὄχλον, κράζοντες
15 and saying, "Men, why are you doing this? We are humans too, with the same nature as you. We bring you good news: turn from these worthless things to the living Father, who made the heaven, the earth, the sea, and everything in them. καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ⸉ἐσμεν ὑμῖν⸊ ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸂τὸν θεὸν τὸν ζῶντα,⸃ ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 In past generations he let all the nations go their own way, ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν.
17 yet he did not leave himself without witness: doing good, giving you rains from heaven and fruitful seasons, filling your hearts with food and joy." ⸂Καίτοιγε⸃ οὐκ ἀμάρτυρον ⸂2ἑαυτὸν⸃ ἀφῆκεν ⸂3ἀγαθοποιῶν,⸃ οὐρανόθεν ⸂4ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.⸃
18 Even with these words they barely restrained the crowds from sacrificing to them. Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 But Jews from Antioch and Iconium came, won over the crowds, stoned Paul, and dragged him out of the city, thinking him dead. Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, ⸂νομίσαντες⸃ αὐτὸν τεθνάναι.
20 When the disciples surrounded him, he got up and went into the city. The next day he left for Derbe with Barnabas. Κυκλωσάντων δὲ ⸉αὐτὸν τῶν μαθητῶν,⸊ ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
21 After preaching the good news in that city and making many disciples, they returned to Lystra, Iconium, and Antioch, ⸂Εὐαγγελισάμενοί⸃ τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν ⸂2εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,⸃
22 strengthening the disciples' souls, urging them to remain in the faith: we must enter our Father's kingdom through many troubles. ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
23 After appointing elders for them in each church, praying with fasting, they entrusted them to the Lord they had believed in. Χειροτονήσαντες δὲ αὐτοῖς ⸉πρεσβυτέρους κατ᾽ ἐκκλησίαν,⸊ προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
24 Then they passed through Pisidia and came to Pamphylia. Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς ⸆ Παμφυλίαν.
25 And when they had spoken the word in Perga, they went down to Attalia, Καὶ λαλήσαντες ⸂ἐν Πέργῃ⸃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν·
26 from there they sailed to Antioch, where they'd been entrusted to our Father's grace for the work they had finished. κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 When they arrived, they gathered the church and reported all our Father had done with them, and how he opened a door of faith to the Gentiles. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ⸂ἀνήγγειλαν⸃ ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
28 And they stayed there with the disciples for a long time. Διέτριβον δὲ ⸋ἐκεῖ⸌ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]