Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Acts 11 SRGNT

Show SRGNT only
Verse × ×
1 The apostles and brothers in Judea heard that Gentiles too had received our Father's word. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
2 So when Peter went up to Jerusalem, those of the circumcision party criticized him, ⸂Καὶ ὅτε⸃ ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
3 saying, "You visited uncircumcised men and ate with them." λέγοντες ὅτι ⸉Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες,⸊ καὶ ⸂συνέφαγες⸃ αὐτοῖς.
4 But Peter explained it to them step by step: Ἀρξάμενος δὲ ⸋ὁ⸌ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,
5 Praying in the city of Joppa, I fell into a trance and saw a vision: a huge sheet-like object, lowered from heaven by its four corners, reaching me. Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
6 Looking closely at it, I saw four-legged animals, wild beasts, reptiles, and birds. εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7 And I heard a voice saying to me, 'Get up, Peter; kill and eat.' Ἤκουσα δὲ ⸆ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
8 But I said, 'By no means, Lord; for nothing impure or unclean has ever entered my mouth.' Εἶπον δέ, Μηδαμῶς, κύριε· ὅτι ⸋πᾶν⸌ κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9 But the voice answered a second time from heaven, 'What our Father has made clean, do not call impure.' Ἀπεκρίθη δέ ⸋μοι⸌ ⸉φωνὴ ἐκ δευτέρου⸊ ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.
10 This happened three times, and all of it was drawn up again into heaven. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸉πάλιν ἀνεσπάσθη⸊ ἅπαντα εἰς τὸν οὐρανόν.
11 Right then three men, sent to me from Caesarea, arrived at the house where we stayed. Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸂ἤμην,⸃ ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12 The Spirit told me to go with them, making no distinction. These six brothers also went with me, and we entered the man's house. Εἶπεν δέ ⸉μοι τὸ πνεῦμα⸊ συνελθεῖν αὐτοῖς, μηδὲν ⸂διακρινόμενον.⸃ Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·
13 He told us how he saw the angel standing in his house and saying, 'Send to Joppa and bring Simon called Peter; ἀπήγγειλέν ⸂τε⸃ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντα ⸋αὐτῷ,⸌ Ἀπόστειλον εἰς Ἰόππην ⸋2ἄνδρας,⸌ καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
14 he will bring you a message by which you will be saved, you and all your household.' ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15 When I began speaking, the Holy Spirit fell on them just as on us at first. Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ.
16 Then I remembered what our Lord Jesus said: 'John baptized with water, but you will be baptized with the Holy Spirit.' Ἐμνήσθην δὲ τοῦ ῥήματος ⸆ κυρίου, ὡς ἔλεγεν, ⸆2 Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17 If our Father gave them the same gift he gave us who believed in the Lord Jesus Christ, who was I to stand in our Father's way? Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ ⸂τὸν κύριον Ἰησοῦν χριστόν,⸃ ἐγὼ ⸋δὲ⸌ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18 Hearing this, they quieted down and praised our Father, saying, "So our Father has granted repentance that leads to life even to the Gentiles." Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ⸂ἐδόξαζον⸃ τὸν θεόν, λέγοντες, Ἄρα ⸋γε⸌ καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸉ἔδωκεν εἰς ζωήν.⸊
19 Those scattered by the persecution over Stephen traveled as far as Phoenicia, Cyprus, and Antioch, speaking the message to no one but Jews. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20 But some of them—men from Cyprus and Cyrene—reached Antioch and spoke to Hellenists too, telling the good news about the Lord Jesus. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸂εἰσελθόντες⸃ εἰς Ἀντιόχειαν, ἐλάλουν ⸆ πρὸς τοὺς ⸂2Ἑλληνιστάς,⸃ εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
21 The hand of our Lord Jesus was with them, and many believed and turned to the Lord. Καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸς ⸆ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
22 The church in Jerusalem heard about this and sent Barnabas to Antioch. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸆ ἐν ⸂Ἱεροσολύμοις⸃ περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν ⸋διελθεῖν⸌ ἕως Ἀντιοχείας·
23 Arriving, he saw our Father's grace and rejoiced, urging all to remain devoted to the Lord with firm hearts. ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν ⸆ τοῦ θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν ⸆2 τῷ κυρίῳ·
24 For he was a good man, full of the Holy Spirit and faith, and a large crowd was added to the Lord. ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
25 So Barnabas went to Tarsus to look for Saul, Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ⸋ὁ Βαρνάβας⸌ ἀναζητῆσαι Σαῦλον,
26 finding him, he brought him to Antioch. For a full year they met with the church and taught a large crowd, and in Antioch the disciples were first called Christians. καὶ ⸂εὑρὼν ἤγαγεν αὐτὸν⸃ εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ ⸂2αὐτοὺς⸃ ⸆ ἐνιαυτὸν ὅλον συναχθῆναι ⸆2 τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸂3πρῶτον⸃ ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 In these days prophets came down from Jerusalem to Antioch. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
28 One of them, named Agabus, stood up and predicted through the Spirit that a great famine would come over the whole world—it happened in Claudius's days. Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανεν διὰ τοῦ πνεύματος ⸂λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην· ὅστις⸃ ⸋καὶ⸌ ἐγένετο ἐπὶ Κλαυδίου ⸋2Καίσαρος.⸌
29 The disciples decided, each according to ability, to send relief to the brothers living in Judea. Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30 And they did so, sending it to the elders through Barnabas and Saul. ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]