Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Acts 1 SRGNT

Show SRGNT only
Verse × ×
1 In my first book, Theophilus, I wrote about everything Jesus began to do and teach, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸋ὁ⸌ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
2 until the day he was taken up, having given commands through the Holy Spirit to the apostles he had chosen. ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη·
3 After his suffering, he showed himself alive to them through many proofs, appearing to them forty days, speaking of our Father's kingdom. οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.
4 While staying with them, he ordered them not to leave Jerusalem but to wait for my Father's promise—"which," he said, "you heard from me; Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου·
5 for John baptized with water, but within a few days you will be baptized with the Holy Spirit." ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸉βαπτισθήσεσθε ἐν πνεύματι⸊ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6 So, gathered together, they asked, "Lord, will you restore the kingdom to Israel now?" Οἱ μὲν οὖν συνελθόντες ⸂ἐπηρώτων⸃ αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7 He said to them, "You're not to know times or seasons that my Father has set by his own authority. Εἶπεν ⸋δὲ⸌ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
8 But when the Holy Spirit falls on you, you'll gain power to be my witnesses—in Jerusalem, all Judea, Samaria, and earth's farthest reaches." Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ὑμᾶς· καὶ ἔσεσθέ ⸂μοι⸃ μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ⸋ἐν⸌ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.
9 After he said these things, as they watched, he was lifted up, and a cloud took him from their sight. Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 As they stared into heaven while he went, suddenly two men in white clothes stood beside them. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθῆτι λευκῇ,⸃
11 They said, "Galileans, why stare at the sky? This Jesus, taken from you into heaven, will return exactly as you saw him go." οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸂ἐμβλέποντες⸃ εἰς τὸν οὐρανόν; Οὗτος ⸋ὁ⸌ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Then they returned to Jerusalem from the Mount called Olivet, near Jerusalem, about a half-mile away. Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
13 Entering, they went up to the upstairs room where they stayed: Peter, John, James, Andrew, Philip, Thomas, Bartholomew, Matthew, James son of Alphaeus, Simon the Zealot, and Judas son of James. Καὶ ὅτε εἰσῆλθον, ⸉ἀνέβησαν εἰς τὸ ὑπερῷον⸊ οὗ ἦσαν καταμένοντες, ὅ τε ⸂Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας,⸃ Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.
14 All these persisted together in prayer, with the women, Mary the mother of Jesus, and his brothers. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ ⸋καὶ τῇ δεήσει,⸌ σὺν γυναιξὶν καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ ⸋2σὺν⸌ τοῖς ἀδελφοῖς αὐτοῦ.
15 In those days Peter stood up among the brothers (about 120 in all) and said, Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸂μαθητῶν⸃ εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸂2ὡς⸃ ἑκατὸν εἴκοσι—
16 "Brothers, the Scripture the Holy Spirit spoke beforehand through the mouth of David about Judas—who became guide to those who arrested Jesus—had to be fulfilled. Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ⸋ταύτην,⸌ ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸋2τὸν⸌ Ἰησοῦν.
17 For he was numbered among us and was allotted his share in this ministry." Ὅτι κατηριθμημένος ἦν ⸂σὺν⸃ ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης—
18 (This man bought a field with the pay for his wrongdoing, then fell headfirst, burst open in the middle, and all his insides spilled out. Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ ⸆ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
19 This became known to everyone living in Jerusalem, so the field was named in their language Akeldama, that is, Field of Blood.). Καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸋ἰδίᾳ⸌ διαλέκτῳ αὐτῶν Ἀκελδαμά, τοῦτ᾽ ἔστιν, χωρίον αἵματος—
20 "For it's written in the Book of Psalms: 'Let his camp become empty, with no one living there,' and 'Let another take his position.' Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καί, Τὴν ἐπισκοπὴν αὐτοῦ ⸂λάβοι⸃ ἕτερος.
21 So one of the men who accompanied us all along, while the Lord Jesus went in and out among us, Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸋ἐν⸌ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
22 from John's baptism until the day he was taken up from us—one of these must become with us a witness to his resurrection." ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸉γενέσθαι σὺν ἡμῖν⸊ ἕνα τούτων.
23 And they put forward two—Joseph called Barsabbas, who was also called Justus, and Matthias. Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.
24 They prayed and said, "You, Lord Jesus, who know all hearts, show which one of these two you chose, Καὶ προσευξάμενοι εἶπον, Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ⸉ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα⸊
25 to take the place in this ministry and apostleship that Judas left to go to his own place. λαβεῖν τὸν ⸂κλῆρον⸃ τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸂2ἐξ⸃ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 They cast lots for them; the lot fell to Matthias, and he was counted with the eleven apostles." Καὶ ἔδωκαν κλήρους ⸂αὐτῶν,⸃ καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]