1When Jesus had finished all these sayings, he said to his disciples,grcF35Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
2"You know Passover comes after two days, and the Son of Man is handed over to be crucified."grcF35«Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.»
3Then the chief priests and elders of the people gathered in the courtyard of the high priest Caiaphas,grcF35Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα,
4and they plotted together to seize Jesus secretly and kill him.grcF35καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν.
5But they said, "Not during the festival, or there will be an uproar among the people."grcF35Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.»
6Now when Jesus was in Bethany, in the house of Simon the leper,grcF35Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7a woman came to him with an alabaster jar of very expensive perfume and poured it on his head as he sat at the table.grcF35προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
8Seeing this, the disciples were angry, saying, "Why this waste?grcF35Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη;
9For this could have been sold for a large sum and given to the poor."grcF35Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς.»
10Jesus knew this and said to them, "Why trouble this woman? She has done a beautiful thing to me.grcF35Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
11For you always have the poor with you, but you will not always have me.grcF35Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12For when she poured this perfume on my body, she did it to prepare me for burial.grcF35Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13Truly I tell you: wherever this gospel is preached worldwide, what she did will also be told, in memory of her."grcF35Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»
14Then one of the Twelve, the one called Judas Iscariot, went to the chief priests,grcF35Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν,
15and said, "What are you willing to give me, and I will hand him over to you?" And they counted out thirty pieces of silver for him.grcF35«Τί θέλετέ μοι δοῦναι καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν;» Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16And from then on he looked for an opportunity to betray him.grcF35Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17On the first day of Unleavened Bread, the disciples asked Jesus, "Where do you want us to prepare for you to eat the Passover?"grcF35Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ, «Ποῦ θέλεις ἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα;»
18He said, "Go into the city to a certain man and tell him, 'The Teacher says: My time is near. I'll keep Passover at your house with my disciples.'"grcF35Ὁ δὲ εἶπεν, «Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‹Ὁ διδάσκαλος λέγει, «Ὁ καιρός μου ἐγγύς ἐστιν· πρός σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» › »
19And the disciples did as Jesus directed them, and they prepared the Passover.grcF35Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20When evening came, he sat at the table with the Twelve.grcF35Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα.
21And as they were eating, he said, "Truly I tell you, one of you will betray me."grcF35Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.»
22Deeply grieved, they each asked him, "Surely not I, Lord?"grcF35Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, «Μήτι ἐγώ εἰμι, Κύριε;»
23He replied, "The one who has dipped his hand in the bowl with me will betray me.grcF35Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
24The Son of Man goes, just as is written of him. But how terrible for the man who betrays him—better for him had he never been born."grcF35Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.»
25Judas, his betrayer, said, "Surely not I, Rabbi?" He said to him, "You have said so."grcF35Ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, εἶπεν, «Μήτι ἐγώ εἰμι, Ῥαββί;» Λέγει αὐτῷ, «Σὺ εἶπας.»
26As they ate, Jesus took bread, blessed and broke it, gave it to the disciples, and said, "Take, eat; this is my body."grcF35Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.»
27Taking a cup and giving thanks, he gave it to them, saying, "Drink from it, all of you,grcF35Καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες·
28for this is my blood of the covenant, poured out for many for forgiveness of sins.grcF35τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29I tell you: I won't drink this fruit of the vine again, from now until the day I drink it new with you in my Father's kingdom."grcF35Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.»
30And when they had sung a hymn, they went out to the Mount of Olives.grcF35Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
31Then Jesus told them, "Tonight you will all fall away because of me.For it is written: 'I will strike the shepherd, and the flock's sheep will be scattered.'grcF35Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.›
32But after I am raised up, I will go ahead of you to Galilee."grcF35Μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.»
33Peter said to him, "Though they all fall away because of you, I will never fall away."grcF35Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.»
34Jesus said to him, "I tell you the truth: before the rooster crows tonight, you will deny me three times."grcF35Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.»
35Peter said, "Even if I must die with you, I won't deny you." All the disciples said the same.grcF35Λέγει αὐτῷ ὁ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι.» Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
36Then Jesus came with them to a place called Gethsemane and told the disciples, "Sit here while I go pray over there."grcF35Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, «Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.»
37And taking with him Peter and the two sons of Zebedee, he became deeply grieved and distressed.grcF35Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38Then he told them, "My soul is crushed with sorrow, even to death. Stay here and watch with me."grcF35Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.»
39Going a little farther, he fell on his face and prayed, "My Father, if possible, let this cup pass from me. Yet not as I will, but as you will."grcF35Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, «Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.»
40He came to the disciples and found them asleep. He said to Peter, "So, couldn't you stay awake with me one hour?grcF35Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ;
41Stay alert and pray, so you don't fall into temptation; the spirit is willing, but the flesh is weak."grcF35Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.»
42A second time he went away and prayed, "My Father, if this cannot pass unless I drink it, your will be done."grcF35Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, «Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.»
43And he came again and found them sleeping, for their eyes were heavy.grcF35Καὶ ἐλθὼν εὗρεν αὐτοὺς πάλιν καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44So leaving them again, he went away and prayed a third time, saying the same words again.grcF35Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.
45Then he came to the disciples and said to them, "Still sleeping and resting? Look, the hour has come, and the Son of Man is betrayed into the hands of sinners.grcF35Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· «Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46Get up, let's go! Look, the one who betrays me is here!"grcF35Ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με.»
47While he was still speaking, Judas, one of the Twelve, suddenly came with a large crowd carrying swords and clubs, sent by the chief priests and elders of the people.grcF35Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθεν, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48Now the betrayer had given them a signal: "The one I kiss is him—seize him."grcF35(Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, «Ὃν ἐὰν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.»)
49And immediately he came up to Jesus and said, "Greetings, Rabbi!" And he kissed him.grcF35Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββί,» καὶ κατεφίλησεν αὐτόν.
50Jesus told him, "Friend, do what you came to do." Then they came, grabbed Jesus, and held him.grcF35Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51And look, one of those with Jesus reached out his hand, drew his sword, struck the high priest's servant, and cut off his ear.grcF35Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52Then Jesus said to him, "Put your sword back in its place. All who take the sword will die by the sword.grcF35Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
53Do you think I can't call on my Father, who'd at once send me more than twelve legions of angels?grcF35Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
54But how then would the Scriptures be fulfilled, that it must happen this way?"grcF35Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;»
55At that hour Jesus said to the crowds, "Did you come out with swords and clubs to seize me, as against a bandit? I sat teaching in the temple daily, and you didn't arrest me.grcF35Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με.
56But all this happened to fulfill the prophets' Scriptures." Then all the disciples abandoned him and fled.grcF35Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57Then those who arrested Jesus brought him to Caiaphas the high priest, where the scribes and the elders had gathered.grcF35Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58Peter followed at a distance, to the high priest's courtyard, went in, and sat with the guards to watch how it would end.grcF35Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.
59The chief priests and the whole Council sought false testimony against Jesus, to put him to death,grcF35Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι, καὶ τὸ συνέδριον ὅλον, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
60but they found none, though many false witnesses came forward. At last two came forward,grcF35καὶ οὐχ εὗρον. Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61and said, "This man said, 'I can destroy God's temple and rebuild it in three days.'"grcF35εἶπον, «Οὗτος ἔφη, ‹Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.› »
62The high priest stood up and said to him, "Have you no answer? What are these men testifying against you?"grcF35Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;»
63But Jesus was silent. The high priest said, "I put you under oath by the living God: tell us whether you are the Christ, the Son of God."grcF35Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.»
64Jesus told him, "You've said it. But I tell you: from now on you'll see the Son of Man seated at Power's right hand, coming on heaven's clouds."grcF35Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.»
65Then the high priest tore his clothes: "He has blasphemed! Why do we still need witnesses? You've now heard the blasphemy.grcF35Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι «Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.
66What is your judgment?" They answered, "He deserves death."grcF35Τί ὑμῖν δοκεῖ;» Οἱ δὲ ἀποκριθέντες εἶπον, «Ἔνοχος θανάτου ἐστίν.»
67Then they spit in his face and struck him; and some slapped him,grcF35Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν
68saying, "Prophesy to us, Christ! Who hit you?"grcF35λέγοντες· «Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;»
69Peter sat outside in the courtyard. A servant girl approached, saying, "You too were with Jesus the Galilean."grcF35Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ. Καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, «Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.»
70But he denied it before them all, saying, "I don't know what you're talking about."grcF35Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων, «Οὐκ οἶδα τί λέγεις.»
71As he went out to the gate, another servant girl saw him and told those there, "This man was with Jesus of Nazareth."grcF35Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς ἐκεῖ, «Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.»
72And again he denied it with an oath, "I do not know the man."grcF35Καὶ πάλιν ἠρνήσατο, μεθ᾿ ὅρκου, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.»
73Shortly after, the bystanders came to Peter: "Surely you're one of them too, since your accent gives you away."grcF35Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, «Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.»
74Then he began to curse himself and swear, "I don't know the man." At once a rooster crowed.grcF35Τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75Peter remembered Jesus' words: "Before the rooster crows, you will deny me three times." He went out and wept bitterly.grcF35Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.