Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

Luke 6 grcF35

Show grcF35 only
Verse × ×
1 On a Sabbath, Jesus walked through grainfields; his disciples picked heads of grain, rubbed them in their hands, and ate. Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον, ψώχοντες ταῖς χερσίν.
2 Some of the Pharisees said, "Why are you doing what is not lawful on the Sabbath?" Τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς, «Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν τοῖς σάββασιν;»
3 Jesus answered them, "Haven't you read what David did when he and those with him were hungry, Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· «Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυὶδ ὁπότε ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες·
4 how he entered our Father's house, took the bread of the Presence, ate it, gave some to his companions, though it's not lawful for any but the priests to eat it?" ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν, καὶ ἔδωκεν καὶ τοῖς μετ᾿ αὐτοῦ—οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;»
5 Then he said to them, "The Son of Man is Lord of the Sabbath." Καὶ ἔλεγεν αὐτοῖς ὅτι «Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου.»
6 On another Sabbath he entered the synagogue and taught; a man was there with a withered right hand. Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
7 The scribes and Pharisees watched him closely to see if he would heal on the Sabbath, so they could find a charge against him. Παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσιν κατηγορίαν αὐτοῦ.
8 But knowing their thoughts, he told the man with the withered hand, "Get up and stand here." So he got up and stood there. Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεν τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, «Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον.» Ὁ δὲ ἀναστὰς ἔστη.
9 Then Jesus said to them, "I ask you: is it lawful on the Sabbath to do good or do harm, to save a life or destroy it?" Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσω ὑμᾶς τι· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;»,
10 Looking around at them all, he told the man, "Stretch out your hand." He did, and his hand was restored. Καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ, «Ἔκτεινον τὴν χεῖρά σου.» Ὁ δὲ ἐποίησεν οὕτως καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ, ὑγιὴς ὡς ἡ ἄλλη.
11 But filled with rage, they discussed with each other what to do to Jesus. Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
12 In those days Jesus went out to the mountain to pray, spending the whole night in prayer to our Father. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.
13 At daybreak he called his disciples and chose twelve of them, naming them apostles: Καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν·
14 Simon, whom he named Peter, and his brother Andrew; James and John; Philip and Bartholomew; Σίμωνα (ὃν καὶ ὠνόμασεν Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,
15 Matthew and Thomas; James son of Alphaeus, and Simon who was called the Zealot; Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον (τὸν τοῦ Ἀλφαίου) καὶ Σίμωνα (τὸν καλούμενον Ζηλωτήν),
16 Judas son of James, and Judas Iscariot, who became a traitor. Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην (ὃς καὶ ἐγένετο προδότης).
17 He came down with them and stood on a level place, with a large crowd of his disciples and a large multitude of people from all Judea, Jerusalem, and the coast of Tyre and Sidon. Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·
18 They came to hear him and be healed of their diseases; those troubled by unclean spirits were also cured. καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων—καὶ ἐθεραπεύοντο.
19 The whole crowd tried to touch him, since power went out from him, healing everyone. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20 Looking up at his disciples, he said: "Blessed are you who are poor, for yours is the kingdom of our Father. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· «Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
21 "Blessed are you who hunger now, for you will be satisfied. Blessed are you who weep now, for you will laugh. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
22 Blessed are you when people hate you, and when they exclude you and revile you and reject your name as evil, because of the Son of Man. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
23 Rejoice in that day and leap for joy, for your reward is great in heaven; for that is how the persecutors' ancestors treated the prophets. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24 But woe to you who are rich, for you have already received your comfort. »Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25 Woe to you who are full now, for you will be hungry. Woe to you who laugh now, for you will mourn and weep. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
26 Woe to you when everyone speaks well of you, for that is how the flatterers' ancestors treated the false prophets. Οὐαὶ ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι, κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27 But I tell you who listen: love your enemies, do good to those who hate you, »Ἀλλά, ὑμῖν λέγω τοῖς ἀκούουσιν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς·
28 bless those who curse you, pray for those who mistreat you. εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
29 Whoever strikes you on one cheek, offer the other too; whoever takes your coat, do not hold back your shirt. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
30 Give to everyone who asks you, and don't demand back what is taken from you. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
31 Do to others as you would have them do to you. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
32 Loving those who love you—what credit is that? Even sinners love those who love them. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.
33 If you do good to those doing you good, what credit is that to you? Even sinners do the same. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.
34 And if you lend expecting repayment, what credit is that? Even sinners lend to sinners to get back the same amount. Καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα.
35 But love your enemies, do good, and lend expecting nothing back; your reward will be great, and you will be children of the Most High, for he is kind to the ungrateful and evil. »Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
36 Be merciful, just as your Father is merciful. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
37 Do not judge, and you will not be judged. Do not condemn, and you will not be condemned. Forgive, and you will be forgiven. »Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε.
38 Give, and it will be given to you: a good measure—pressed down, shaken, overflowing—will be poured into your lap. For the measure you use will be measured back to you." Δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν—πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον—δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.»
39 He also gave them a parable: "Can a blind person guide a blind person? Won't both fall into a pit? Εἶπεν δὲ παραβολὴν αὐτοῖς· «Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;
40 No student surpasses their teacher; whoever is fully trained becomes like their teacher. Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
41 Why do you see the speck in your brother's eye, yet miss the beam in your own eye? Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;
42 How can you tell your brother, 'Brother, let me remove the speck from your eye,' when you don't see the beam in your own eye? Hypocrite! First remove the beam from your own eye—then you'll see clearly to remove the speck from your brother's eye. Ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, ‹Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου,› αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
43 For no good tree bears bad fruit, nor again does a bad tree bear good fruit. »Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν
44 Each tree is known by its own fruit; figs aren't gathered from thornbushes, nor grapes picked from a bramble. —ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσιν σταφυλήν.
45 A good person produces good from the heart's good store; an evil person produces evil from the evil store; for the mouth speaks from the heart's overflow. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46 Why do you call me 'Lord, Lord,' and not do what I say? »Τί δέ με καλεῖτε, ‹Κύριε, Κύριε,› καὶ οὐ ποιεῖτε ἃ λέγω;
47 Everyone coming to me, hearing my words, and doing them—I'll show you what he's like: Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς—ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
48 He's like a man building a house, who dug deep and laid its foundation on rock. When the flood came, the river crashed into that house but couldn't shake it—it was built well. ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν. Πλημμύρας δὲ γενομένης, προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
49 But whoever hears my words and doesn't act on them is like a man who built a house on the ground, without a foundation. The flood crashed against it, and it collapsed at once—that house's ruin was great." Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι τὴν οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ εὐθέως ἔπεσεν· καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.»
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]