Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

John 20 grcF35

Show grcF35 only
Verse × ×
1 Early on the first day of the week, while dark, Mary Magdalene came to the tomb and saw the stone taken from it. Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 So she ran and came to Simon Peter and the other disciple, the one Jesus loved, and told them, "They've taken the Lord from the tomb, and we don't know where they put him." Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, «Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.»
3 So Peter and the other disciple set out and went toward the tomb. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
4 Both ran together, but the other disciple ran faster than Peter, reaching the tomb first. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον.
5 And stooping down, he saw the linen cloths lying there, but he did not go in. Καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
6 Simon Peter, following him, arrived and entered the tomb, and saw the linen cloths lying there, Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
7 and the cloth that was on his head, not lying with the linen wrappings but folded separately in one place. καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
8 The other disciple, first to reach the tomb, then went in too; he saw and believed. Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητής, ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν.
9 For they still did not understand the Scripture, that he must rise from the dead. (Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.)
10 Then the disciples went back to their homes. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
11 But Mary stood outside the tomb, weeping. As she wept, she bent to look into the tomb. Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον.
12 She saw two angels in white, seated where Jesus's body had lain, one at the head, one at the feet. Καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
13 They asked her, "Woman, why are you crying?" She answered, "They took my Lord, and I don't know where they put him." Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, «Γύναι, τί κλαίεις;» Λέγει αὐτοῖς, «Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.»
14 Saying this, she turned and saw Jesus standing there, not knowing it was Jesus. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν.
15 Jesus said to her, "Woman, why are you crying? Who are you seeking?" Taking him for the gardener, she said, "Sir, if you carried him off, tell me where you put him, and I'll take him away." Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Γύναι, τί κλαίεις; Τίνα ζητεῖς;» Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν, λέγει αὐτῷ, «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.»
16 Jesus said to her, "Mary." She turned and said to him in Aramaic, "Rabboni!" (which means Teacher). Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Μαρία.» Στραφεῖσα ἐκείνη, λέγει αὐτῷ, «Ῥαβουνί» (ὃ λέγεται, Διδάσκαλε).
17 Jesus said to her, "Do not cling to me, for I have not yet ascended to the Father. But go to my brothers and say to them, 'I am ascending to my Father and your Father.'" Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς, ‹Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.› »
18 Mary Magdalene went and told the disciples, "I have seen the Lord," and that he had said these things to her. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακεν τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
19 That evening, the first day of the week, with the doors locked where the disciples were, for fear of the Jewish leaders, Jesus came, stood among them, and said, "Peace be with you." Οὔσης οὖν ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι, διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν.»
20 After saying this, he showed them his hands and side. The disciples rejoiced to see the Lord. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.
21 Jesus said to them again, "Peace to you. As the Father has sent me, so I send you." Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· «Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.»
22 After saying this, he breathed on them and said to them, "Receive the Holy Spirit. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· «Λάβετε Πνεῦμα Ἅγιον.
23 If you forgive anyone's sins, they're forgiven; if you hold back forgiveness from anyone, it's held back." Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.»
24 Now Thomas, one of the Twelve, called the Twin, was not with them when Jesus came. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα (ὁ λεγόμενος Δίδυμος), οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
25 The other disciples kept telling him, "We've seen the Lord!" But he told them, "Unless I see the nail marks in his hands, put my finger where they were, and put my hand in his side, I'll never believe." Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.»
26 Eight days later, his disciples were indoors again, Thomas with them. Though the doors were locked, Jesus came, stood among them, and said, "Peace be with you." Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, «Εἰρήνη ὑμῖν.»
27 Then he said to Thomas, "Put your finger here, see my hands. Reach your hand out, put it in my side. Leave doubt behind—believe." Εἶτα λέγει τῷ Θωμᾷ· «Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου· καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου. Καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.»
28 Thomas answered him, "My Lord and my God!" Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.»
29 Jesus said to him, "Have you believed because you've seen me? Blessed are those who haven't seen, yet believe." Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὅτι ἑώρακάς με, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.»
30 Jesus did many other signs before his disciples, not written in this book. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
31 But these are written so you'll believe Jesus is the Christ, the Son of our Father, and by believing have life in his name. ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]