Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

2 Timothy 4 grcF35

Show grcF35 only
Verse × ×
1 I solemnly charge you before our Father and Christ Jesus, who will judge the living and the dead, by his appearing and his kingdom: Διαμαρτύρομαι οὖν ἐγώ, ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
2 Preach the word; stand ready in season and out; correct, rebuke, and encourage, with complete patience and teaching. Κήρυξον τὸν Λόγον· ἐπίστηθι εὐκαίρως ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
3 For a time will come when they won't tolerate sound teaching, but will pile up teachers to fit their own desires, since their ears itch, Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται· ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
4 and will turn their ears away from the truth and wander off into myths. —καί, ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
5 But you: stay clear-headed in everything, endure hardship, do an evangelist's work, fulfill your service. Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 For I am already being poured out like a drink offering; my time to depart has come. Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.
7 I have fought the good fight, I have finished the race, I have kept the faith. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.
8 Now a crown of righteousness awaits me, which the Lord, the righteous judge, will give me on that day—not only to me but to all who have loved his appearing. Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος Κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.
9 Do your best to come to me soon. Σπούδασον ἐλθεῖν πρός με ταχέως·
10 Demas loved this present world, abandoned me, went to Thessalonica. Crescens went to Galatia, Titus to Dalmatia. Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην—Κρίσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν.
11 Only Luke is with me. Pick up Mark and bring him with you—he's useful to me for service. Λουκᾶς ἐστιν μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
12 I have sent Tychicus to Ephesus. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
13 When you come, bring the coat I left with Carpus at Troas, and the scrolls, especially the parchments. Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε—καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
14 Alexander the coppersmith did me great harm; the Lord will repay him according to his deeds. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
15 Watch out for him yourself, for he strongly opposed our message. ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις.
16 No one stood with me at my first defense—all abandoned me. May it not be charged against them. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον. Μὴ αὐτοῖς λογισθείη.
17 But the Lord stood with me and strengthened me, so through me the message would be fully proclaimed and all nations would hear it. I was rescued from the lion's mouth. Ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη. Καὶ ἐρρύσθην ἐκ στόματος λέοντος·
18 The Lord will rescue me from every evil deed and carry me safely into his heavenly kingdom. Glory to him forever and ever. Amen. καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19 Greet Prisca and Aquila, and the household of Onesiphorus. Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.
20 Erastus stayed at Corinth, and I left Trophimus, who was ill, at Miletus. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
21 Try hard to come before winter. Eubulus, Pudens, Linus, Claudia, and all the brothers and sisters greet you. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22 The Lord be with your spirit. Grace be with you all. Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.,
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]