Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Luke 5 SRGNT

Show SRGNT only
Verse × ×
1 Once, as the crowd pressed around him to hear our Father's word, Jesus stood by Lake Gennesaret. Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ ⸆ ⸋τοῦ⸌ ἀκούειν τὸν λόγον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς ⸂παρὰ⸃ τὴν λίμνην Γεννησαρέτ·
2 He saw two boats standing by the lake; the fishermen had left them and were washing their nets. καὶ εἶδεν ⸂δύο πλοῖα⸃ ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ⸉ἀποβάντες ἀπ᾽ αὐτῶν⸊ ⸂2ἀπέπλυναν⸃ τὰ δίκτυα.
3 Getting into one of the boats, Simon's, he asked him to move out a little from shore, then sat down and taught the crowds from the boat. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν ⸋τοῦ⸌ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. ⸂Καὶ καθίσας⸃ ⸉ἐδίδασκεν ἐκ τοῦ πλοίου⸊ τοὺς ὄχλους.
4 When he stopped speaking, he told Simon, "Push out into deep water and lower your nets for a catch." Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5 Simon answered, "Master, we worked all night and caught nothing. But at your word, I'll let down the nets." Καὶ ἀποκριθεὶς ⸋ὁ⸌ Σίμων εἶπεν ⸋2αὐτῷ,⸌ Ἐπιστάτα, δι᾽ ὅλης ⸋3τῆς⸌ νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὸ δίκτυον.⸃
6 Doing this, they caught so many fish their nets began tearing. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν ⸉πλῆθος ἰχθύων⸊ πολύ· διερρήγνυτο δὲ ⸂τὸ δίκτυον⸃ αὐτῶν·
7 They signaled to partners in the other boat to come help; they came and filled both boats so that they began to sink. καὶ κατένευσαν τοῖς μετόχοις ⸋τοῖς⸌ ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 Seeing this, Simon Peter fell at Jesus' knees and said, "Leave me, Lord, for I'm a sinful man!" Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν ⸆ Ἰησοῦ, λέγων, Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε.
9 For amazement gripped him and all with him at the catch of fish they had caught, Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ⸂ᾗ⸃ συνέλαβον·
10 and so were James and John, Zebedee's sons and Simon's partners. Jesus told Simon, "Don't be afraid; from now on you'll catch people." ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα ⸋ὁ⸌ Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 So they pulled their boats up on shore, left everything, and followed him. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ⸂ἅπαντα,⸃ ἠκολούθησαν αὐτῷ.
12 While Jesus was in one of the towns, a man covered with a serious skin disease appeared. Seeing Jesus, he fell facedown and begged, "Lord, if you're willing, you can make me clean." Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· ⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13 Jesus reached out his hand, touched him: "I am willing. Be clean." At once the skin disease left him. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, ⸂εἰπών,⸃ Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14 Jesus ordered him to tell no one, "but go, show yourself to the priest and offer what Moses commanded for your cleansing, as proof to the people." Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ ⸂προσένεγκε⸃ περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
15 But word about him spread even more; large crowds gathered to hear him and be healed of their sicknesses. Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι ⸋ὑπ᾽ αὐτοῦ⸌ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν.
16 But Jesus often withdrew to deserted places and prayed. Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 One day as he taught, Pharisees and teachers of the law sat, having come from every village of Galilee, and from Judea and Jerusalem. And our Father's power was there for him to heal the sick. Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι ⸂αὐτούς.⸃
18 Just then, men came carrying a paralyzed man on a mat, trying to bring him in and lay him before Jesus. Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ⸆ ἐνώπιον αὐτοῦ·
19 Finding no way through the crowd to bring him in, they went up on the roof and lowered him on his mat through the tiles, into the middle, right before Jesus. καὶ μὴ εὑρόντες ⸂ποίας⸃ εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20 When Jesus saw their faith, he said, "Friend, your sins are forgiven you." Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν ⸋αὐτῷ,⸌ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21 The scribes and Pharisees began debating, "Who is this man insulting God? Who but God alone can forgive sins?" Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ⸉ἀφιέναι ἁμαρτίας,⸊ εἰ μὴ μόνος ὁ θεός;
22 Knowing what they were thinking, Jesus answered them, "Why are you reasoning in your hearts? Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23 Which is easier: to say, 'Your sins are forgiven you,' or to say, 'Get up and walk'? Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ⸂Ἔγειραι⸃ καὶ περιπάτει;
24 But so you'll know the Son of Man has authority on earth to forgive sins"—he told the paralyzed man—"I tell you, get up, pick up your mat, and go home." Ἵνα δὲ εἰδῆτε ὅτι ⸉ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου⸊ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—εἶπεν τῷ παραλελυμένῳ—Σοὶ λέγω, ⸂ἔγειραι,⸃ καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου.
25 At once he stood before them, picked up his mat, went home glorifying our Father. Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ⸂ὃ⸃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν θεόν.
26 Amazement seized them all; they glorified our Father, filled with awe, saying, "We saw remarkable things today." Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
27 After this, Jesus went out and saw a tax collector named Levi sitting at the tax booth. "Follow me," he said. Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι.
28 So Levi got up, left everything behind, and followed him. Καὶ καταλιπὼν ⸂ἅπαντα,⸃ ἀναστὰς ⸂2ἠκολούθησεν⸃ αὐτῷ.
29 Then Levi hosted a great banquet for Jesus at his house, and a large crowd of tax collectors and others reclined with them. Καὶ ἐποίησεν δοχὴν μεγάλην ⸆ Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος ⸉τελωνῶν πολύς,⸊ καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30 But the Pharisees and their scribes grumbled to his disciples, "Why do you eat and drink with tax collectors and sinners?" Καὶ ἐγόγγυζον ⸉οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι⸊ πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰ ⸋τῶν⸌ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31 Jesus answered them, "It is not the healthy who need a doctor, but the sick. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.
32 I have not come to call the righteous, but sinners to repentance." Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 They said to him, "John's disciples fast often and pray, likewise the Pharisees' disciples, but yours eat and drink." Οἱ δὲ εἶπον πρὸς αὐτόν, ⸂Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;⸃
34 Jesus said, "Can you make the bridegroom's friends fast while he is with them? ⸂Ὁ δὲ⸃ εἶπεν πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, ποιῆσαι ⸂2νηστεύειν;⸃
35 But days will come when the bridegroom is taken from them, and then, in those days, they will fast." Ἐλεύσονται δὲ ἡμέραι, ⸋καὶ⸌ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36 He told them a parable too: "No one tears a patch from a new garment and sews it on an old one. Otherwise, he tears the new, and the new patch won't match the old. Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ⸆ ἱματίου καινοῦ ⸆2 ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν ⸂σχίζει,⸃ καὶ τῷ παλαιῷ οὐ ⸂2συμφωνεῖ⸃ ⸆3 τὸ ἀπὸ τοῦ καινοῦ.
37 No one puts new wine into old wineskins; otherwise the new wine will burst the skins, spill out, and the skins will be ruined. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ⸂ὁ νέος οἶνος⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.
38 No, new wine must be poured into new wineskins. Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, ⸋καὶ ἀμφότεροι συντηροῦνται.⸌
39 And no one after drinking old wine wants the new, for he says, 'The old is good.'" ⸋Καὶ⸌ οὐδεὶς πιὼν παλαιὸν ⸋2εὐθέως⸌ θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς ⸂χρηστότερός⸃ ἐστιν.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]