Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Luke 17 SRGNT

Show SRGNT only
Verse × ×
1 He told his disciples, "Offenses are sure to come, but woe to the one they come through! Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, ⸆ Ἀνένδεκτόν ἐστιν τοῦ ⸉μὴ ἐλθεῖν τὰ σκάνδαλα·⸊ ⸂οὐαὶ δὲ⸃ δι᾽ οὗ ἔρχεται.
2 Better for him to have a millstone hung around his neck and be thrown into the sea than to cause one of these little ones to stumble. Λυσιτελεῖ αὐτῷ εἰ ⸂μύλος ὀνικὸς⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ⸉ἕνα τῶν μικρῶν τούτων.⸊
3 "Watch yourselves. If your brother sins, rebuke him, and if he repents, forgive him. Προσέχετε ἑαυτοῖς. Ἐὰν ⸋δὲ⸌ ἁμάρτῃ ⸋2εἰς σὲ⸌ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
4 If he sins against you seven times a day, and seven times returns saying, 'I repent,' forgive him." Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ⸂ἁμάρτῃ⸃ εἰς σέ, καὶ ἑπτάκις ⸋τῆς ἡμέρας⸌ ἐπιστρέψῃ, ⸆ λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
5 The apostles said to the Lord, "Increase our faith!" Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν.
6 The Lord said, "If you had faith like a mustard seed, you could tell this mulberry tree, 'Be uprooted and planted in the sea,' and it would obey you. Εἶπεν δὲ ὁ κύριος, Εἰ ⸂ἔχετε⸃ πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 Which of you with a servant plowing or tending sheep tells him, coming in from the field, 'Come at once, recline at the table'? Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸆ εὐθέως, Παρελθὼν ⸂ἀνάπεσε·⸃
8 Won't he instead say, 'Get my supper ready, dress to serve me while I eat and drink, then you may eat and drink'? ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
9 "Does he thank the servant because he did what he was commanded? Μὴ ⸉χάριν ἔχει⸊ τῷ δούλῳ ⸋ἐκείνῳ⸌ ὅτι ἐποίησεν τὰ διαταχθέντα; ⸆ ⸋2Οὐ δοκῶ.⸌
10 So you too, having done all you were commanded, say: 'We are unworthy servants; we've only done our duty.'" Οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· ⸋ὅτι⸌ ὃ ⸂ὀφείλομεν⸃ ποιῆσαι πεποιήκαμεν.
11 On the way to Jerusalem he was passing along between Samaria and Galilee. Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι ⸋αὐτὸν⸌ εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ ⸂μέσου⸃ Σαμαρείας καὶ Γαλιλαίας.
12 As he entered a village, ten men who had leprosy met him. They stood at a distance, Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν ⸋αὐτῷ⸌ δέκα λεπροὶ ἄνδρες, οἳ ⸂ἔστησαν⸃ πόρρωθεν·
13 and called out loudly, "Jesus, Master, have mercy on us!" καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς.
14 Seeing them, he said, "Go, show yourselves to the priests." As they went, they were made clean. Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν.
15 One of them, seeing he was healed, turned back, praising our Father loudly, Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν·
16 and he fell on his face at Jesus' feet, giving him thanks. Now he was a Samaritan. καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
17 Jesus said, "Weren't ten made clean? Where are the nine? Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, ⸂Οὐχὶ⸃ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ;
18 Was no one found to return and give glory to our Father except this foreigner?" Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
19 And he said to him, "Rise and go; your faith has made you well." Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
20 Asked by the Pharisees when the kingdom of our Father would come, he answered them, "The kingdom of our Father does not come with observation, Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως·
21 nor will they say, 'Look, here!' or 'There!' For the kingdom of our Father is among you." οὐδὲ ἐροῦσιν, ⸂Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ.⸃ Ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν.
22 He told the disciples, "Days are coming when you will long to see one of the days of the Son of Man, and you won't see it. Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
23 They will say to you, 'Look, there!' or 'Look, here!' Don't go, don't chase after them. Καὶ ἐροῦσιν ὑμῖν, ⸂Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ·⸃ μὴ ἀπέλθητε, μηδὲ διώξητε.
24 For as lightning flashes and lights the sky from one edge to the other, so the Son of Man will be in his day. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ⸋ἡ⸌ ἀστράπτουσα ἐκ τῆς ⸂ὑπ᾽⸃ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ⸆ ὁ υἱὸς τοῦ ἀνθρώπου ⸋2ἐν τῇ ἡμέρᾳ αὐτοῦ.⸌
25 But first he must suffer many things and be rejected by this generation. Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
26 As Noah's days were, so will the Son of Man's days be. Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις ⸆ Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
27 They ate, drank, married, and were given in marriage, until the day Noah entered the ark, and the flood came and destroyed them all. Ἤσθιον, ἔπινον, ἐγάμουν, ⸂ἐξεγαμίζοντο,⸃ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν ⸂2ἅπαντας.⸃
28 It was the same in Lot's days: eating, drinking, buying, selling, planting, building, Ὁμοίως ⸂καὶ ὡς⸃ ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
29 but the day Lot left Sodom, fire and sulfur rained from heaven and destroyed them all, ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσεν ⸂ἅπαντας·⸃
30 so will it be on the day when the Son of Man is revealed. κατὰ ⸂ταῦτα⸃ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
31 On that day, whoever is on the roof with goods inside must not go down for them; likewise, whoever is in the field must not turn back. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν ⸋τῷ⸌ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
32 Remember Lot's wife. Μνημονεύετε τῆς γυναικὸς Λώτ.
33 Whoever seeks to preserve his life will lose it, but whoever loses his life will keep it. Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸂σῶσαι⸃ ἀπολέσει αὐτήν· ⸂2καὶ ὃς ἐὰν⸃ ⸂3ἀπολέσῃ⸃ ⸋αὐτὴν⸌ ζῳογονήσει αὐτήν.
34 I tell you, that night two will be in one bed: one will be taken, and the other left. Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ⸉ἔσονται δύο⸊ ἐπὶ κλίνης μιᾶς· ⸂εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος⸃ ἀφεθήσεται.
35 There will be two women grinding together; one will be taken and the other left." ⸉Δύο ἔσονται⸊ ἀλήθουσαι ἐπὶ τὸ αὐτό· ⸂μία παραληφθήσεται, ⸂2καὶ ἡ⸃ ἑτέρα⸃ ἀφεθήσεται.
36 Not in this edition ⸆
37 They asked, "Where, Lord?" He said, "Wherever a corpse lies, the vultures will gather there." Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ ⸂συναχθήσονται οἱ ἀετοί.⸃
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]