Skip to content
The Believer's Library

Solid Rock Greek New Testament, Scholar's Edition

Acts 22 SRGNT

Show SRGNT only
Verse × ×
1 "Brothers and fathers, listen now to my defense before you." Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς ⸂νυνὶ⸃ ἀπολογίας.
2 When they heard him speaking to them in Hebrew, they grew even more quiet. And he said: Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν,
3 "I am a Jew, born in Tarsus of Cilicia, raised in this city, trained at Gamaliel's feet in the strict law of our ancestors, as eager for God as all of you are today. Ἐγὼ ⸋μέν⸌ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον·
4 I persecuted this Way to the death, binding and delivering to prison both men and women, ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας.
5 as the high priest and the whole council of elders can testify. From them I received letters to the brothers in Damascus, and went to bring those there as prisoners to Jerusalem for punishment." Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν.
6 "Traveling and nearing Damascus about noon, a great light from heaven suddenly flashed around me." Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ.
7 I fell to the ground and heard a voice say to me, "Saul, Saul, why are you persecuting me?" Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις;
8 I answered, "Who are you, Lord?" He replied, "I am Jesus of Nazareth, whom you're persecuting." Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, κύριε; Εἶπέν τε πρός ⸂με,⸃ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
9 "Those with me saw the light but didn't understand the voice of the one speaking to me." Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, ⸋καὶ ἔμφοβοι ἐγένοντο·⸌ τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10 I said, "What should I do, Lord?" The Lord replied, "Get up and go into Damascus. There you'll be told all you've been appointed to do." Εἶπον δέ, Τί ποιήσω, κύριε; Ὁ δὲ κύριος εἶπεν πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 "Since that light's brightness blinded me, my companions led me by the hand into Damascus." Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
12 "A man named Ananias, devout by the law, well spoken of by all the Jews living there, Ἀνανίας δέ τις, ἀνὴρ ⸂εὐσεβὴς⸃ κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ⸆ Ἰουδαίων,
13 came and stood by me and said, 'Brother Saul, receive your sight.' At that very hour I looked up and saw him." ἐλθὼν πρός ⸂με⸃ καὶ ἐπιστὰς εἶπέν μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14 "He said, 'The God of our fathers appointed you to know his will, to see the Righteous One, and to hear a voice from his mouth; Ὁ δὲ εἶπεν, Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ.
15 for you will be his witness to everyone of what you have seen and heard. Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16 And now, why wait? Get up, be baptized, wash away your sins, calling on his name." Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα ⸂τοῦ κυρίου.⸃
17 "When I had returned to Jerusalem and was praying in the temple, I fell into a trance," Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει,
18 and saw him saying to me, "Hurry and leave Jerusalem quickly, because they won't accept your testimony about me." καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου ⸋τὴν⸌ μαρτυρίαν περὶ ἐμοῦ.
19 I said, "Lord, they themselves know that I went from synagogue to synagogue imprisoning and beating those who believed in you. Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ⸂ἐπὶ⸃ σέ·
20 When the blood of your witness Stephen was being shed, I stood by, approving and guarding the cloaks of those killing him.'" καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸋τῇ ἀναιρέσει αὐτοῦ,⸌ ⸆ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21 "And he said to me, 'Go, for I will send you far away to the Gentiles.'" Καὶ εἶπεν πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Up to that point they listened, then they raised their voices and shouted, "Erase such a man from the earth! He shouldn't be allowed to live!" Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ ⸂καθῆκεν⸃ αὐτὸν ζῇν.
23 And as they were shouting and throwing off their cloaks and flinging dust into the air, Κραζόντων ⸂δὲ⸃ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24 the commander ordered him taken into the barracks and whipped, to learn why they were shouting against him like this. ἐκέλευσεν ⸂αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι⸃ εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25 As they stretched him out for the straps, Paul said to the centurion standing there, "Is it legal for you to whip a Roman citizen who hasn't been condemned?" Ὡς δὲ ⸂προέτεινεν⸃ αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26 Hearing this, the centurion went to the commander and reported it: "What are you about to do? This man is a Roman citizen." Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ⸉ἀπήγγειλεν τῷ χιλιάρχῳ⸊ λέγων, ⸋Ὅρα⸌ τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
27 So the commander came and asked, "Tell me, are you a Roman citizen?" "Yes," he said. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, ⸋εἰ⸌ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί.
28 The commander said, "I paid a large sum for this citizenship." But Paul said, "I was born a citizen." Ἀπεκρίθη ⸂τε⸃ ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι.
29 So those about to question him withdrew at once; the commander was afraid, realizing he had bound a Roman citizen. Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι ⸉ἦν αὐτὸν⸊ δεδεκώς.
30 The next day, wanting to know exactly why the Jews accused him, the commander freed Paul, ordered the chief priests and the whole council to assemble, brought Paul down, and set him before them. Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται ⸂παρὰ⸃ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ⸋ἀπὸ τῶν δεσμῶν,⸌ καὶ ἐκέλευσεν ⸂2ἐλθεῖν⸃ τοὺς ἀρχιερεῖς καὶ ⸂3ὅλον⸃ τὸ συνέδριον ⸋2αὐτῶν,⸌ καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

SRGNT

PUBLIC DOMAIN
Solid Rock Greek New Testament, Scholar's Edition · Public Domain [DBL]