1At dawn the chief priests, elders, scribes, and the whole council consulted together, bound Jesus, led him away, and handed him over to Pilate.grcF35Καὶ εὐθέως ἐπὶ τὸ πρωΐ, συμβούλιον ποιήσαντες, οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
2Pilate asked him, "Are you the King of the Jews?" "You say so," Jesus replied.grcF35Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, «Σὺ λέγεις.»
3The chief priests kept accusing him of many things.grcF35Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
4So Pilate questioned him again: "Have you no answer? See how many charges they bring against you."grcF35Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτόν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν.»
5But Jesus said nothing more, and Pilate was amazed.grcF35Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
6Now at the festival, Pilate used to release one prisoner for them—whoever they asked for.grcF35Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.
7A man called Barabbas was in prison with the rebels who had committed murder during the uprising.grcF35Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
8The crowd came up and began asking Pilate to do for them what he always did.grcF35Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς.
9"Do you want me to release for you the King of the Jews?" Pilate answered,grcF35Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων, «Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;»
10for he knew it was out of envy that the chief priests had handed him over.grcF35(Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.)
11But the chief priests stirred up the crowd to have him release Barabbas for them instead.grcF35Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12"So what do you want me to do with the one you call King of the Jews?" Pilate asked them again.grcF35Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς, «Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων;»
13Crucify him!" they shouted back.grcF35Οἱ δὲ πάλιν ἔκραξαν, «Σταύρωσον αὐτόν.»
14"Why? What evil has he done?" Pilate asked. But they shouted all the louder, "Crucify him!"grcF35Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, «Τί γὰρ κακὸν ἐποίησεν;» Οἱ δὲ περισσοτέρως ἔκραξαν, «Σταύρωσον αὐτόν.»
15To satisfy the crowd, Pilate released Barabbas to them. He had Jesus flogged, and handed him over to be crucified.grcF35Ὁ δὲ Πιλᾶτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
16Soldiers led him away into the palace (the governor's headquarters) and called together the whole company of soldiers.grcF35Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν Πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
17They dressed him in purple, twisted together a crown of thorns, and set it on him.grcF35Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
18And they began to salute him: "Hail, King of the Jews!"grcF35καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν καὶ λέγειν, «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.»
19They kept beating his head with a staff, spat on him, and knelt in mock homage to him.grcF35Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
20After mocking him, they stripped off the purple and put his own clothes on him, then led him out to crucify him.grcF35Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
21They forced a passerby coming from the countryside—Simon of Cyrene, father of Alexander and Rufus—to carry his cross.grcF35Καὶ ἀγγαρεύουσιν παράγοντά τινα, Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ (τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου), ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
22They brought Jesus to the place called Golgotha (which means Place of a Skull).grcF35Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστιν μεθερμηνευόμενον, ‹Κρανίου Τόπος.›
23They offered him wine mixed with myrrh, but he did not take it.grcF35Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον, ὁ δὲ οὐκ ἔλαβεν.
24They crucified him. They divided his clothes among them, casting lots for what each would get.grcF35Καὶ σταυρώσαντες αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾿ αὐτά, τίς τί ἄρῃ.
25It was nine in the morning when they crucified him.grcF35Ἦν δὲ ὥρα τρίτῃ καὶ ἐσταύρωσαν αὐτόν.
26The written notice of the charge against him read: THE KING OF THE JEWS.grcF35Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
27They crucified two rebels with him, one on his right and one on his left.grcF35Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
28Not in this editiongrcF35Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.»
29Those passing by insulted him, shaking their heads, saying, "Ha! You who tear down the temple and build it in three days,grcF35Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, «Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,
30save yourself and come down from the cross!"grcF35σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.»
31Likewise the chief priests and scribes mocked him among themselves: "He saved others; himself he can't save.grcF35Ὁμοίως καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων, ἔλεγον· «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι.
32Let the Christ, King of Israel, come down from the cross now, so we can see and believe." Those crucified with him also insulted him.grcF35Ὁ Χριστός, ὁ βασιλεὺς τοῦ Ἰσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.» Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
33At noon, darkness came over the whole land until three in the afternoon.grcF35Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
34At three in the afternoon Jesus cried out loudly, "Eloi, Eloi, lema sabachthani?" meaning, "My God, my God, why have you forsaken me?"grcF35Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, «Ἐλωΐ, Ἐλωΐ, λιμᾶ σαβαχθανί;» ὅ ἐστιν μεθερμηνευόμενον, «Ὁ Θεός, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;»
35When some of those standing nearby heard this, they said, "Listen, he's calling Elijah."grcF35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, «Ἰδού, Ἠλίαν φωνεῖ.»
36One ran, filled a sponge with sour wine, put it on a reed, and gave him a drink. "Let him be," he said, "let's see if Elijah comes to take him down."grcF35Δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, «Ἄφετε, ‹ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.› »
37With a loud cry, Jesus breathed his last.grcF35Ὁ δὲ Ἰησοῦς, ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν·
38And the curtain of the temple was torn in two from top to bottom.grcF35καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
39The centurion facing Jesus saw how he breathed his last and said, "Truly this man was the Son of God."grcF35Ἰδὼν δὲ ὁ κεντυρίων, ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως κράξας ἐξέπνευσεν, εἶπεν, «Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ.»
40Women were also watching from a distance, including Mary Magdalene, Mary the mother of James the younger and Joses, and Salome.grcF35Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη—
41These women had followed him in Galilee and served him; many others who came up with him to Jerusalem were also there.grcF35αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ—καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42Evening had come, and since it was Preparation Day—the day before the Sabbath.grcF35Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ Παρασκευὴ ἦν, ὅ ἐστιν προσάββατον,
43Joseph of Arimathea, a prominent council member who himself was waiting for the kingdom of our Father, dared to go to Pilate and ask for Jesus' body.grcF35ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44Pilate was surprised he was already dead; summoning the centurion, he asked if Jesus had been dead long.grcF35Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν.
45When he learned from the centurion that it was so, he granted the body to Joseph.grcF35Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
46Joseph bought linen, took the body down, wrapped it in the cloth, and laid it in a tomb cut from rock. Then he rolled a stone against the tomb's entrance.grcF35Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47Mary Magdalene and Mary the mother of Joses saw where he was laid.grcF35Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.