1After this, Jesus crossed the Sea of Galilee, also called the Sea of Tiberias.grcF35Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος.
2A large crowd followed him, because they saw the signs he performed on the sick.grcF35Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3Jesus went up on the mountainside and sat down there with his disciples.grcF35Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4Now the Passover, the feast of the Jews, was near.grcF35(Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.)
5Looking up, Jesus saw a large crowd approaching and asked Philip, "Where can we buy bread for these people to eat?"grcF35Ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον, «Πόθεν ἀγοράσομεν ἄρτους ἵνα φάγωσιν οὗτοι;»
6He said this to test Philip, for he himself already knew what he was going to do.grcF35Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἤμελλεν ποιεῖν.
7Philip answered him, "200 days' wages of bread isn't enough for each of them to get a little."grcF35Ἀπεκρίθη αὐτῷ Φίλιππος, «Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ.»
8One of his disciples, Andrew, Simon Peter's brother, said to him,grcF35Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου,
9"A boy here has five barley loaves and two fish—but what's that for so many?"grcF35«Ἔστιν παιδάριον ἓν ὧδε ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;»
10Jesus said, "Have the people sit down." Much grass grew there, so about 5,000 men sat down.grcF35Εἶπεν δὲ ὁ Ἰησοῦς, «Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.» Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· ἀνέπεσον οὖν οἱ ἄνδρες, τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι.
11Jesus then took the loaves, gave thanks, and distributed them to those seated; likewise with the fish, as much as they wanted.grcF35Ἔλαβεν δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκεν τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον.
12When they were full, he told his disciples, "Gather the leftover pieces, so nothing is lost."grcF35Ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Συναγάγετε τὰ περισσεύσαντα τῶν κλασμάτων, ἵνα μή τι ἀπόληται.»
13So they gathered the fragments left over from the five barley loaves after the people ate, filling twelve baskets.grcF35Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσεν τοῖς βεβρωκόσιν.
14So when the people saw the sign he did, they said, "This really is the Prophet coming into the world!"grcF35Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι «Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.»
15Knowing they meant to come and seize him to make him king, Jesus withdrew again to the mountain alone.grcF35Ἰησοῦς οὖν, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
16When evening came, his disciples went down to the sea,grcF35Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
17got in a boat and headed across the sea to Capernaum. It was already dark, and Jesus had not yet reached them.grcF35καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς.
18A strong wind was blowing, and the sea grew rough.grcF35Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
19After rowing three or four miles, they saw Jesus walking on the water, approaching the boat, and were afraid.grcF35Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
20But he said to them, "It is I; do not be afraid."grcF35Ὁ δὲ λέγει αὐτοῖς, «Ἐγώ εἰμι· μὴ φοβεῖσθε.»
21So they were glad to take him into the boat, and instantly it reached the shore they were heading toward.grcF35Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22The next day, the crowd remaining on the far shore saw that only one boat had been there, that Jesus had not boarded it with his disciples, but that his disciples had gone off alone.grcF35Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον—
23Other boats came from Tiberias near the place where they ate bread after the Lord gave thanks.grcF35ἄλλα δὲ ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου—
24So when the crowd saw Jesus and his disciples weren't there, they got in boats and went to Capernaum to look for Jesus.grcF35ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν.
25Finding him across the sea, they asked, "Rabbi, when did you get here?"grcF35Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, «Ῥαββί, πότε ὧδε γέγονας;»
26Jesus answered them, "Truly, truly, I tell you: you seek me not because you saw signs, but because you ate the loaves and were filled.grcF35Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾿ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27Don't work for food that spoils, but for food that lasts to eternal life, which the Son of Man will give you. For on him our Father has set his seal."grcF35Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.»
28Then they said to him, "What must we do to be doing the works of our Father?"grcF35Εἶπον οὖν πρὸς αὐτόν, «Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;»
29Jesus answered them, "This is our Father's work: that you believe in the one he sent."grcF35Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, «Τοῦτό ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.»
30So they asked him, "What sign will you give, so we may see and believe you? What work will you do?grcF35Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;
31Our ancestors ate manna in the wilderness, as it is written: 'He gave them bread from heaven to eat.'"grcF35Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ‹Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.› »
32Jesus told them, "Truly, truly, I tell you: Moses didn't give you the bread from heaven—my Father gives you the true bread from heaven.grcF35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33For the bread of our Father is he who comes down from heaven and gives the world life."grcF35Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.»
34So they said to him, "Lord, give us this bread always."grcF35Εἶπον οὖν πρὸς αὐτόν, «Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.»
35Jesus told them, "I am the bread of life. Whoever comes to me will never hunger; whoever believes in me will never thirst.grcF35Εἶπεν δὲ αὐτοῖς ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.
36But as I told you, you have seen me and still do not believe.grcF35Ἀλλ᾿ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε.
37All the Father gives me will come to me, and the one who comes to me I will never drive away.grcF35Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.
38For I came down from heaven not to do my own will, but the will of him who sent me.grcF35Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
39This is the will of him who sent me: that I lose none of all he has given me, but raise them up on the last day.grcF35Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με Πατρός, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
40For this is the will of my Father: that everyone who looks to the Son and believes in him should have eternal life, and I will raise them up on the last day."grcF35Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.»
41So the Jews grumbled about him because he said, "I am the bread that came down from heaven."grcF35Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, «Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.»
42They said, "Isn't this Jesus, Joseph's son, whose father and mother we know? How can he now say, 'I have come down from heaven'?"grcF35Καὶ ἔλεγον· «Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει οὗτος ὅτι ‹Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;› »
44"No one can come to me unless the Father who sent me draws him, and I will raise him on the last day.grcF35Οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
45It is written in the Prophets: 'And they will all be taught by our Father.' Everyone who has heard and learned from the Father comes to me.grcF35Ἔστιν γεγραμμένον ἐν τοῖς Προφήταις, ‹Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.› Πᾶς οὖν ὁ ἀκούων παρὰ τοῦ Πατρὸς καὶ μαθὼν ἔρχεται πρός με.
46Not that anyone has seen the Father except the one from him; he has seen the Father.grcF35(Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ—οὗτος ἑώρακεν τὸν Πατέρα.)
47Truly, truly, I tell you, whoever believes has eternal life.grcF35Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.
48I am the bread of life.grcF35»Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49Your ancestors ate the manna in the wilderness, yet they died.grcF35Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον.
50This is the bread that comes down from heaven, so anyone may eat it and not die.grcF35Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
51I am the living bread come down from heaven. Whoever eats this bread will live forever. The bread I will give is my flesh, for the life of the world."grcF35Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καί, ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.»
52Then the Jews argued sharply among themselves, "How can this man give us his flesh to eat?"grcF35Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, «Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;»
53Jesus told them, "Truly, truly, I tell you, unless you eat the flesh of the Son of Man and drink his blood, you have no life in yourselves.grcF35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
54Whoever feeds on my flesh and drinks my blood has eternal life, and I will raise him on the last day.grcF35Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
55For my flesh is true food, and my blood is true drink.grcF35Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστιν πόσις.
56Whoever feeds on my flesh and drinks my blood remains in me, and I in him.grcF35Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
57As the living Father sent me and I live because of the Father, so whoever feeds on me will live because of me.grcF35Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾿ ἐμέ.
58This is the bread that came down from heaven. It is not like the bread your ancestors ate and still died. Whoever feeds on this bread will live forever."grcF35Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς—οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.»
59He said these things while teaching in the synagogue at Capernaum.grcF35Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.
60On hearing it, many of his disciples said, "This is a hard teaching. Who can accept it?"grcF35Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· «Σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;»
61Aware that his disciples were grumbling about this, Jesus said to them, "Does this offend you?grcF35Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· «Τοῦτο ὑμᾶς σκανδαλίζει;
62"Then what if you see the Son of Man ascending to where he was before?grcF35Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
63The Spirit gives life; the flesh helps nothing. The words I have spoken to you are spirit and life.grcF35Τὸ Πνεῦμά ἐστιν τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν πνεῦμά ἐστιν, καὶ ζωή ἐστιν.
64But some of you don't believe." For Jesus knew from the start who didn't believe, and who would betray him.grcF35Ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν.» (ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.)
65And he said, "This is why I told you: no one can come to me unless the Father enables him."grcF35Καὶ ἔλεγεν, «Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.»
66From this time many of his disciples turned back and no longer walked with him.grcF35Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν.
67So Jesus asked the Twelve, "Do you want to leave too?"grcF35Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;»
68Simon Peter answered him, "Lord, to whom should we go? You have the words of eternal life.grcF35Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
69We have believed and known you are the Holy One of our Father."grcF35Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.»
70Jesus answered them, "Have I not chosen you, the Twelve? Yet one of you is a devil."grcF35Ἀπεκρίθη αὐτοῖς· «Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.»
71He meant Judas, son of Simon Iscariot, one of the Twelve, who was about to betray him.grcF35Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην, οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.