Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

Acts 27 grcF35

Show grcF35 only
Verse × ×
1 Once it was decided we would sail to Italy, they handed Paul and some other prisoners to a centurion named Julius of the Imperial Cohort. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ, σπείρας Σεβαστῆς.
2 We boarded a ship from Adramyttium bound for the ports along the coast of Asia and put out to sea. Aristarchus, a Macedonian from Thessalonica, was with us. Ἐπιβάντες δὲ πλοίῳ Ἀτραμυτινῷ, μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν· ὄντος σὺν ἡμῖν Ἀριστάρχου, Μακεδόνος Θεσσαλονικέως.
3 The next day we docked at Sidon. Julius treated Paul kindly, letting him go to friends for care. Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν.
4 From there we put to sea and sailed along Cyprus's sheltered side, since the winds opposed us. Κἀκεῖθεν ἀναχθέντες, ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους.
5 Having sailed across the open sea off Cilicia and Pamphylia, we came to Myra in Lycia. Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήχθημεν εἰς Μύρα τῆς Λυκίας.
6 There the centurion found an Alexandrian ship sailing for Italy and put us aboard it. Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
7 Sailing slowly for many days, we barely reached Cnidus. Since the wind blocked us, we sailed along the sheltered side of Crete, off Salmone. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην·
8 Barely coasting along, we reached Fair Havens, a place near the town of Lasea. μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.
9 Much time was lost—even the Fast had passed, making sailing dangerous now. So Paul warned them, Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν Νηστείαν ἤδη παρεληλυθέναι· παρῄνει ὁ Παῦλος
10 "Men, I see this voyage will bring disaster and heavy loss—not only to the cargo and ship, but also to our lives." λέγων αὐτοῖς, «Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν.»
11 But the centurion trusted the pilot and shipowner more than Paul's words. Ὁ δὲ ἑκατόνταρχος τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις.
12 Since the harbor was unfit for winter, most decided to sail on, hoping somehow to reach Phoenix, a Crete harbor facing southwest and northwest, and winter there. Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13 When a south wind blew gently, thinking they'd gained their purpose, they weighed anchor and sailed close along Crete. Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
14 But before long, a hurricane-force wind called the Northeaster swept down from the island. Μετ᾿ οὐ πολὺ δέ, ἔβαλεν κατ᾿ αὐτῆς ἄνεμος τυφωνικός (ὁ καλούμενος Εὐροκλύδων).
15 The ship was caught and couldn't face the wind, so we gave way and drifted. Συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα.
16 Running under a small island called Cauda, we barely managed to secure the ship's lifeboat. Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην, μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης·
17 Once hoisted aboard, they used ropes to brace the hull. Fearing they'd run aground on Syrtis's sandbars, they lowered the sea anchor and were driven along. ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.
18 The storm battered us so violently that the next day they began throwing cargo overboard. Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,
19 On the third day, with their own hands they threw the ship's gear overboard. καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν.
20 For many days sun and stars didn't appear, the fierce storm kept raging, and we finally lost all hope of being saved. Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
21 After they had gone a long time without food, Paul stood among them and said, "Men, you should have obeyed me and not sailed from Crete; then you would have spared yourselves this disaster and loss. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· «Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
22 Now I urge you to stay encouraged: none of you will lose your life, only the ship will be lost. Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.
23 Last night an angel of our Father—the one I belong to and serve—stood beside me, Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω,
24 and said, 'Don't be afraid, Paul. You must stand before Caesar, and look—our Father has given you the lives of all sailing with you.' λέγων· ‹Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι. Καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.›
25 So take courage, men—I trust our Father: it will be just as I was told. Διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾿ ὃν τρόπον λελάληταί μοι.
26 But we must run aground on some island." Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.»
27 On the fourteenth night, still driven across the Adriatic Sea, the sailors sensed near midnight that land was approaching. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
28 They sounded and found 120 feet; going a little farther, they sounded again and found ninety feet. Καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε·
29 Afraid of hitting rocks, they dropped four anchors from the stern and prayed for daylight. φοβούμενοί τε μή πῶς εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι.
30 The sailors tried to escape from the ship, lowering the lifeboat into the sea, pretending to run out anchors from the bow. Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν·
31 Paul told the centurion and soldiers, "Unless these men stay in the ship, you can't be saved." εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, «Ἐὰν μὴ οὗτοι ἐν τῷ πλοίῳ μείνωσιν, ὑμεῖς σωθῆναι οὐ δύνασθε.»
32 So the soldiers cut the ropes holding the lifeboat and let it drift away. Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 Just before dawn, Paul urged everyone to eat, saying, "This is the fourteenth day you've waited anxiously, without food, having eaten nothing. Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων· «Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες—ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι.
34 So I urge you to eat—this is for your survival. Not a hair from any of your heads will be lost." Διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ἡμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται.»
35 Saying this, he took bread, thanked our Father before them all, broke it, and began to eat. Εἰπὼν δὲ ταῦτα καὶ λαβὼν ἄρτον, εὐχαρίστησεν τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν.
36 They were all encouraged and ate some food themselves. Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς.
37 Altogether there were 276 of us on board. (Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, διακόσιαι ἑβδομήκοντα ἕξ.)
38 Once satisfied with food, they lightened the ship by tossing the grain into the sea. Κορεσθέντες δὲ τροφῆς, ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39 At daylight they did not recognize the land, but noticed a bay with a sandy beach, and planned, if possible, to run the ship aground there. Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατόν, ἐξῶσαι τὸ πλοῖον.
40 They cut the anchors loose, leaving them in the sea, and at the same time untied the rudder ropes. Then they hoisted the foresail to the wind and headed for the beach. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
41 But hitting a sandbar where two currents met, they ran the ship aground—the bow stuck fast, unmoving, while the waves' force broke the stern apart. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμενεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων.
42 The soldiers planned to kill the prisoners so that none of them could swim away and escape. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ.
43 But the centurion, wanting to save Paul, stopped them from their plan, and ordered those who could swim to jump in first and get to shore, Ὁ δὲ ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
44 and the rest—some on planks, some on ship debris. So everyone reached land safely. καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]