Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

Acts 25 grcF35

Show grcF35 only
Verse × ×
1 Now three days after Festus had arrived in the province, he went up to Jerusalem from Caesarea. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.
2 There the chief priests and Jewish leaders presented their case against Paul and kept urging him, Ἐνεφάνισαν δὲ αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,
3 requesting a favor against him—that he summon Paul to Jerusalem. They were setting an ambush to kill him on the road. αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ—ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
4 Festus replied that Paul was held at Caesarea, and he himself would leave shortly. Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.
5 "So," he said, "let those among you who are able go down with me and accuse the man, if there is anything wrong with him." «Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν,» φησίν, «συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.»
6 Festus stayed with them no more than eight or ten days, then went down to Caesarea. The next day he took the judge's seat and ordered Paul brought in. Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν· τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
7 When Paul arrived, the Jews from Jerusalem surrounded him, bringing many serious charges they couldn't prove. Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιάματα φέροντες κατὰ τοῦ Παύλου ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
8 Paul answered in his defense: "I have done no wrong against the Jewish law, the temple, or Caesar." ἀπολογουμένου αὐτοῦ ὅτι «Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.»
9 But Festus, wanting to please the Jews, asked Paul, "Will you go up to Jerusalem and be tried there before me on these charges?" Ὁ Φῆστος δέ, τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, «Θέλεις εἰς Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπ᾿ ἐμοῦ;»
10 Paul said, "I stand before Caesar's tribunal, where I must be judged. I've done the Jews no wrong, as you yourself know very well. Εἶπεν δὲ ὁ Παῦλος· «Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
11 If I've done wrong, done something deserving death, I won't refuse to die. But if these men's charges against me are groundless, no one can hand me over to them. I appeal to Caesar." Εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.»
12 After consulting his council, Festus answered, "You appealed to Caesar; to Caesar you will go." Τότε ὁ Φῆστος, συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· «Καίσαρα ἐπικέκλησαι. Ἐπὶ Καίσαρα πορεύσῃ.»
13 Some days later, King Agrippa and Bernice came to Caesarea and greeted Festus. Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον.
14 As they spent many days there, Festus presented Paul's case to the king: "Felix left a man here as a prisoner. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· «Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
15 While I was in Jerusalem, the chief priests and elders of the Jews accused him, asking me for his conviction. περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην·
16 I told them it's not Roman custom to hand over anyone before the accused faces his accusers in person and gets a chance to defend himself against the charge. πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
17 So when they gathered here, I delayed nothing—next day I sat on the judgment seat and ordered the man brought in. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18 When his accusers stood up, they raised none of the criminal charges I had expected. περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ,
19 Instead, they had some disputes with him about their own religion and a dead man named Jesus, whom Paul kept claiming was alive. ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
20 Unsure how to investigate this, I asked if he was willing to go to Jerusalem and be tried there on these charges. Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτων ζήτησιν, ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμ κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21 But since Paul appealed to be held for the Emperor's decision, I ordered him held until I could send him to Caesar." Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα.»
22 Agrippa told Festus, "I'd like to hear the man myself." "Tomorrow," Festus said, "you will hear him." Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, «Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.» Ὁ δέ, «Αὔριον,» φησίν, «ἀκούσῃ αὐτοῦ.»
23 The next day Agrippa and Bernice arrived with great show and entered the hall with the military commanders and the city's prominent men. On Festus's order, Paul was brought in. Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾿ ἐξοχὴν οὖσιν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
24 Festus said, "King Agrippa, and all here with us—you see this man. The whole Jewish community petitioned me about him, both in Jerusalem and here, shouting he must not live any longer. Καί φησιν ὁ Φῆστος· «Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες· θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῆν αὐτὸν μηκέτι.
25 But finding nothing deserving death, and since he himself appealed to the Emperor, I decided to send him. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.
26 I have nothing definite to write my lord about him, so I brought him before you all, especially before you, King Agrippa, so that after this examination I may have something to write. Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, Βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τι γράψαι.
27 For it seems unreasonable to me to send a prisoner without indicating the charges against him." Ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι.»
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]