Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

Acts 2 grcF35

Show grcF35 only
Verse × ×
1 When the day of Pentecost arrived, they were all together in one place. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ἅπαντες, ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
2 Suddenly a sound like a violent, rushing wind came from heaven and filled the entire house where they sat. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι.
3 What looked like divided tongues of fire appeared and rested on each one of them. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέν τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν.
4 All were filled with the Holy Spirit and began speaking in other tongues, as the Spirit gave them words to say. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
5 At that time devout Jews from every nation under heaven were living in Jerusalem. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.
6 When this sound rang out, a crowd gathered, confused, since each one heard them speak in his own language. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
7 They were amazed and astonished, saying, "Are not all these who are speaking Galileans? Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους· «Οὐκ, ἰδού, πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8 How is it, then, that each of us hears them in our own native language? Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;
9 Parthians, Medes, and Elamites; those who live in Mesopotamia, Judea and Cappadocia, Pontus and Asia, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται· καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
10 Phrygia, Pamphylia, Egypt, the parts of Libya near Cyrene; visitors from Rome, Jews and converts to Judaism; Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην· καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι—Ἰουδαῖοί τε καὶ προσήλυτοι—
11 Cretans and Arabs—we hear them telling in our own tongues the mighty works of our Father!" Κρῆτες καὶ Ἄραβες· ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.»
12 They were all amazed and perplexed, saying to one another, "What does this mean?" Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, «Τί ἂν θέλοι τοῦτο εἶναι;»
13 But others mocked and said, "They are full of sweet wine." Ἕτεροι δὲ διαχλευάζοντες, ἔλεγον ὅτι «Γλεύκους μεμεστωμένοι εἰσίν.»
14 But Peter stood with the eleven, raised his voice, and declared to them: "Men of Judea, everyone living in Jerusalem—know this and listen carefully to my words. Σταθεὶς δὲ Πέτρος, σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐπεφθέγξατο αὐτοῖς· «Ἄνδρες—Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες—τοῦτο ὑμῖν γνωστὸν ἔστω· καί, ἐνωτίσασθε τὰ ῥήματά μου.
15 These people are not drunk, as you suppose, for it is only nine o'clock in the morning. Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν (ἔστιν γὰρ ὥρα τρίτῃ τῆς ἡμέρας),
16 No, this is what was spoken through the prophet Joel: ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
17 'And in the last days, says our Father, I will pour out my Spirit on all people; your sons and your daughters will prophesy, your young men will see visions, and your old men will dream dreams. ‹Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται.
18 Even on my male servants and my female servants in those days I will pour out my Spirit, and they will prophesy. Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν.
19 I will show wonders in the heavens above and signs on the earth below—blood and fire and billows of smoke. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.
20 The sun will be turned to darkness and the moon to blood, before the great and glorious day of the Lord comes. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21 And everyone who calls on the name of the Lord will be saved.'" Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.›
22 "Men of Israel, hear these words: Jesus of Nazareth—a man our Father attested to you through miracles, wonders, and signs our Father did through him among you, as you yourselves know. »Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις, οἷς ἐποίησεν δι᾿ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε,
23 This man, handed over by our Father's set plan and foreknowledge, you crucified and killed by the hands of lawless men. τοῦτον—τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον—λαβόντες διὰ χειρῶν ἀνόμων, προσπήξαντες, ἀνείλετε·
24 But our Father raised him, freeing him from death's agony, since death could not hold him. ὃν ὁ Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ.
25 For David says of him: 'I saw our Father always before me, for he's at my right hand, so I won't be shaken.' Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· ‹Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.
26 Therefore my heart was glad and my tongue rejoiced; moreover, my body also will rest in hope. Διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι,
27 For you will not abandon my soul to the grave, nor let your Holy One see decay. ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
28 You have shown me the paths of life; you will fill me with gladness in your presence." Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.›
29 "Brothers, I can tell you plainly: our ancestor David died, was buried, and his tomb remains with us to this day. »Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
30 Since he was a prophet, he knew our Father had sworn an oath to seat one of his descendants on his throne, Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα, ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ Θρόνου αὐτοῦ,
31 he foresaw and spoke of the Christ's resurrection, that he was not abandoned to the grave, nor his body saw decay. προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι ‹Οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾍδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.›
32 This Jesus our Father raised up, and we are all witnesses of it. »Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
33 So, lifted up to our Father's right hand, having received the promised Holy Spirit from the Father, he poured out what you now see and hear. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ Πατρός, ἐξέχεεν τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε.
34 For David never went up into heaven, but he himself says: "Our Father said to my Lord, 'Sit at my right hand, Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· «Κάθου ἐκ δεξιῶν μου
35 until I make your enemies a footstool for your feet.'" ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» ›
36 "So let the whole house of Israel know for certain: our Father made this Jesus, whom you crucified, both Lord and Christ." Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.»
37 Cut to the heart at this, they asked Peter and the other apostles, "Brothers, what should we do?" Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, «Τί ποιήσομεν, ἄνδρες ἀδελφοί;»
38 Peter said to them, "Repent, and each of you be baptized in the name of Jesus Christ for the forgiveness of your sins, and you will receive the gift of the Holy Spirit. Εἶπεν δὲ Πέτρος πρὸς αὐτούς· «Μετανοήσατε καὶ βαπτισθήτω, ἕκαστος ὑμῶν, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
39 For the promise is for you, your children, and all far off—as many as the Sovereign our Father will call to himself." Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσιν τοῖς εἰς μακράν—ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.»
40 And with many other words he warned and urged them, saying, "Save yourselves from this corrupt generation." Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει λέγων, «Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.»
41 So those who welcomed his message were baptized, and about 3,000 people were added that day. Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42 They devoted themselves to the apostles' teaching and deep communion, to the breaking of bread and the prayers. Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 Awe came over everyone, and many wonders and signs were done through the apostles. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος—πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44 All who believed were together and had all things in common. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά·
45 They sold their property and possessions and distributed the proceeds to all, as anyone needed. καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν.
46 Every day, devoting themselves together in the temple, breaking bread house to house, they shared food with joyful, sincere hearts, Καθ᾿ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾿ οἶκον ἄρτον· μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
47 praising our Father, with favor among all the people. The Lord added to their number daily those being saved. αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾿ ἡμέραν τῇ ἐκκλησίᾳ.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]