Skip to content
The Believer's Library

The Greek New Testament According to Family 35, Third Edition

Acts 17 grcF35

Show grcF35 only
Verse × ×
1 After traveling through Amphipolis and Apollonia, they came to Thessalonica, where there was a Jewish synagogue. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων.
2 Paul, as usual, went in to them and reasoned with them from the Scriptures on three Sabbaths. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν,
3 Opening and explaining the Scriptures that the Christ must suffer and rise from the dead, he said, "This Jesus I proclaim to you is the Christ." διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι «οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.»
4 Some of them were persuaded and joined Paul and Silas, along with a great many devout Greeks and quite a few leading women. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 But the Jews grew jealous, gathered evil men from the marketplace, formed a mob, and threw the city into chaos. They stormed Jason's house, seeking to bring them out to the crowd. Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες τῶν ἀγοραίων ἄνδρας τινὰς πονηρούς, καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον.
6 Not finding them, they dragged Jason and some brothers before the city officials, shouting, "These men who have turned the world upside down have come here too, Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι «Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν,
7 Jason welcomed them. They all defy Caesar's decrees, claiming there is another king—Jesus. οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν, βασιλέα ἕτερον λέγοντες εἶναι—Ἰησοῦν.»
8 And they stirred up the crowd and the city authorities who heard these things." Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.
9 And when they had taken bail from Jason and the rest, they let them go. Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
10 The brothers at once sent Paul and Silas off by night to Berea; on arrival they went to the Jewish synagogue. Οἱ δὲ ἀδελφοὶ εὐθέως, διὰ τῆς νυκτός, ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέρροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων.
11 These Jews were more open-minded than those in Thessalonica, receiving the word eagerly and examining Scripture daily to see if these things were true. Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
12 So many of them believed, along with many prominent Greek women and men. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων, γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν, οὐκ ὀλίγοι.
13 When Jews from Thessalonica learned Paul proclaimed the word of our Father in Berea too, they went there also, agitating and stirring up the crowds. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βερροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ, σαλεύοντες τοὺς ὄχλους.
14 The brothers immediately sent Paul off to the sea, but Silas and Timothy stayed there. Εὐθέως δέ, τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοί, πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν, ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
15 Paul's escorts brought him to Athens, then left with orders for Silas and Timothy to join him as soon as possible. Οἱ δὲ καθιστῶντες τὸν Παῦλον ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.
16 While Paul waited for them in Athens, his spirit was provoked within him, seeing the city full of idols. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.
17 So he debated in the synagogue with Jews and worshipers of God, and daily in the marketplace with whoever was there. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
18 Some of the Epicurean and Stoic philosophers also debated with him. Some asked, "What's this babbler trying to say?" Others said, "He seems to promote foreign gods"—since he preached the good news of Jesus and the resurrection. Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ. Καί τινες ἔλεγον, «Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;» Οἱ δέ, «Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι»—ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
19 They took him and brought him to the Areopagus, asking, "Can we know what this new teaching you're presenting is? Ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες· «Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
20 For you bring strange things to our ears, so we want to know what they mean." Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι.»
21 Now all the Athenians and foreigners living there spent their time on nothing but telling or hearing something new. (Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον.)
22 Paul stood in the middle of the Areopagus and said, "Athenians, I see that you are extremely religious in every way. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· «Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
23 For as I passed through and examined your sacred objects, I found an altar inscribed: 'To an unknown god.' What you worship without knowing it, I now proclaim to you. διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· ‹Ἀγνώστῳ Θεῷ.› Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·
24 Our Father, who made the world and everything in it, being Sovereign of heaven and earth, doesn't live in temples made by hands, Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
25 nor served by human hands, as if he needed anything—he himself gives everyone life, breath, and everything. οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν κατὰ πάντα.
26 From one man he made every nation of mankind live across the whole earth, fixing their set times and the boundaries of their homelands, Ἐποίησέν τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
27 so they might seek our Father, perhaps reach for him and find him—though he is not far from each of us, ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα·
28 for 'In him we live and move and have our being'; as even some of your own poets have said, 'We too are his descendants.' ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασιν, ‹Τοῦ γὰρ καὶ γένος ἐσμέν.›
29 So as our Father's children, we shouldn't think the divine is like gold, silver, or stone—an image shaped by human skill and imagination. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ—χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου—τὸ θεῖον εἶναι ὅμοιον.
30 The times of ignorance our Father overlooked, but now he commands all people everywhere to repent. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσιν πανταχοῦ μετανοεῖν,
31 He set a day to judge the world justly, through a man he appointed—proving it to all by raising him from the dead." διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν· πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.»
32 Hearing of the resurrection of the dead, some mocked; others said, "We'll hear you on this again." Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον, «Ἀκουσόμεθά σου πάλιν περὶ τούτου.»
33 So Paul left them. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
34 But some men joined him and believed, including Dionysius the Areopagite, a woman named Damaris, and others. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

grcF35

PUBLIC DOMAIN
The Greek New Testament According to Family 35, Third Edition · Creative Commons - Attribution-NonCommercial-NoDerivs [CC BY-NC-ND]